[5] ΖΕΥΞΙΠΠΟΣ. ἂν δὲ τοιαῦταί τινες ἄφνω βαρεῖς ὄντας ἡμᾶς καὶ διακειμένους φαύλως ἀνάγκαι καταλάβωσιν ἡγεμόνων καλούντων ἢ ξένων ἐπιφανέντων ὑπʼ αἰδοῦς βαδίζειν εἰς ταὐτὸ τοῖς ἱκανῶς ἔχουσι καὶ [124b] συμπίνειν, ἐνταῦθα μάλιστα δεῖ παρατετάχθαι πρὸς “τὴν[8] μέγα σινομένην ἄνδρας αἰδῶ” καὶ δυσωπίαν, τὰ τοῦ τραγικοῦ Κρέοντος λέγοντας
κρεῖσσον δέ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, ξένε,[9]
ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν.