[20] ΖΕΥΞΙΠΠΟΣ. τοὺς μὲν οὖν Λυδοὺς ἐν τῷ λιμῷ λέγουσι διαγαγεῖν παρʼ ἡμέραν τρεφομένους, εἶτα παίζοντας καὶ κυβεύοντας· φιλόλογον δʼ ἄνδρα καὶ φιλόμουσον [133a] ἐν καιρῷ δεομένῳ[83] βραδυτέρου δείπνου διάγραμμα παρακείμενον ἤ τι βιβλίδιον ἢ λύριον οὐ προΐενται τῇ γαστρὶ λεηλατούμενον, ἀλλʼ ἀποστρέφων συνεχῶς καὶ μεταφέρων ἐπὶ ταῦτα τὴν διάνοιαν ἀπὸ τῆς τραπέζης ὥσπερ Ἁρπυίας τὰς ὀρέξεις διασοβήσει ταῖς Μούσαις. οὐ γὰρ ὁ μὲν Σκύθης, ὅταν πίνῃ, πολλάκις ἐφάπτεται τοῦ τόξου καὶ παραψάλλει τὴν νευράν, ἐκλυόμενον ὑπὸ τῆς μέθης ἀνακαλούμενος τὸν θυμόν, Ἕλλην δʼ ἀνὴρ φοβήσεται τοὺς καταγελῶντας αὐτοῦ, γράμμασι καὶ βιβλίοις ἀγνώμονα καὶ δυσπαραίτητον ἐπιθυμίαν ἀνιέντος ἀτρέμα καὶ [133b] χαλῶντος. τῶν μὲν γὰρ παρὰ τῷ Μενάνδρῳ νεανίσκων ὑπὸ τοῦ πορνοβοσκοῦ παρὰ πότον ἐπιβουλευομένων καλὰς καὶ πολυτελεῖς εἰσάγοντος ἑταίρας ἕκαστος, ὥς φησι.
κύψας καθʼ[84] αὑτὸν τῶν τραγημάτων ἔφλα