[13] ΖΕΥΞΙΠΠΟΣ. ἡ μὲν οὖν ἀκριβὴς σφόδρα καὶ διʼ ὄνυχος λεγομένη δίαιτα τό τε σῶμα κομιδῇ ψοφοδεὲς; παρέχεται καὶ σφαλερόν, αὐτῆς τε[49] τῆς ψυχῆς τὸ γαῦρον κολούει πάντα πράγματα καὶ πᾶσαν οὐχ ἧττον ἐν ἡδοναῖς ἢ[50] πόνοις διατριβὴν καὶ πρᾶξιν ὑφορωμένης καὶ πρὸς μηδὲν ἰταμῶς καὶ θαρραλέως βαδιζούσης. [128f] δεῖ δʼ ὥσπερ ἱστίον τὸ σῶμα μήτε συστέλλειν εὐδίας οὔσης καὶ πιέζειν σφόδρα, μήτʼ ἀνειμένως χρῆσθαί τε καὶ καταφρονεῖν ἐν ὑποψίᾳ γενόμενον,[51] ἀλλʼ ἐνδιδόναι καὶ ποιεῖν ἐλαφρὸν ὥσπερ εἴρηται, καὶ μὴ περιμένειν ἀπεψίας καὶ διαρροίας μηδὲ θερμασίας μηδὲ, νάρκας, ὑφʼ ὧν ἔνιοι μόλις ὥσπερ ὑπʼ ἀγγέλων ἢ κλητόρων, πυρετοῦ περὶ θύρας ὄντος ἤδη, [129a] θορυβούμενοι συστέλλουσιν ἑαυτούς, ἀλλὰ πόρρωθεν ἐξευλαβεῖσθαι
πρὸ χείματος, ὥστʼ ἀνὰ ποντίαν ἄκραν
βορέα[52] πνέοντος