[6] κράτιστον δὴ πρὸς ἀλυπίαν φάρμακον ὁ λόγος καὶ ἡ διὰ τούτου παρασκευὴ πρὸς πάσας τοῦ βίου τὰς μεταβολάς. χρὴ γὰρ οὐ μόνον ἑαυτὸν εἰδέναι θνητὸν ὄντα τὴν φύσιν, ἀλλὰ καὶ ὅτι θνητῷ σύγκληρός [104a] ἐστι βίῳ καὶ πράγμασι ῥᾳδίως μεθισταμένοις πρὸς τοὐναντίον. ἀνθρώπων γὰρ ὄντως θνητὰ μὲν καὶ ἐφήμερα τὰ σώματα, θνηταὶ δὲ τύχαι καὶ πάθη καὶ πάνθʼ ἁπλῶς; τὰ κατὰ τὸν βίον, ἅπερ
οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι
τὸ παράπαν ἀλλὰ
Ταρτάρου πυθμὴν πιέζει σʼ ἀφανοῦς σφυρηλάτοις
ἀνάγκαις
ὥς φησι Πίνδαρος. ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου[20]
ὁ δʼ ὄλβος οὐ βέβαιος ἀλλʼ ἐφήμερος
καὶ ὅτι
μίκρʼ ἄττα[21] τὰ σφάλλοντα, καὶ μίʼ ἡμέρα
τὰ μὲν καθεῖλεν ὑψόθεν, τὰ δʼ ἦρʼ ἄνω