Pular para o conteúdo

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Plutarch · Parte 35

[35] λέγεται δʼ ὑπὸ μὲν τοῦ μελικοῦ Πινδάρου[165] ταυτὶ περὶ τῶν εὐσεβῶν ἐν ᾍδου,

τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα
κάτω,
φοινικορόδοις ἐν λειμώνεσσι προάστιον[166] αὐτῶν
καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι[167] βεβριθός.[168]
καὶ τοὶ μὲν ἵπποις γυμνασίοις τε[169] τοὶ δὲ πεσσοῖς,
τοὶ δὲ φορμίγγεσι τέρπονται, παρὰ δέ σφισιν
εὐανθὴς ἅπας τέθαλεν[170] ὄλβος,
ὀδμὰ δʼ ἐρατὸν[171] κατὰ χῶρον κίδναται
αἰεὶ[172] θύα[173] μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα
θεῶν ἐπὶ βωμοῖς.