[30] οἱ δὲ πολλοὶ πάντα καταμέμφονται καὶ πάντα τὰ παρὰ τὰς ἐλπίδας αὐτοῖς συμβεβηκότα ἐξ ἐπηρείας τύχης καὶ δαιμόνων γενέσθαι[130] νομίζουσι. διὸ καὶ ἐπὶ πᾶσιν ὀδύρονται, στένοντες καὶ τὴν ἑαυτῶν ἀτυχίαν αἰτιώμενοι. πρὸς οὓς ὑποτυχὼν ἄν τις εἴποι
θεὸς δέ σοι πῆμʼ οὐδὲν ἀλλʼ αὐτὸς σὺ σοί