Pular para o conteúdo

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Plutarch · Parte 28

[28] οὐ χρὴ οὖν τοὺς ἀποθνήσκοντας νέους θρηνεῖν ὅτι τῶν ἐν τῷ μακρῷ βίῳ νομιζομένων ἀγαθῶν ἀπεστέρηνται· τοῦτο γὰρ ἄδηλον, ὡς πολλάκις εἴπομεν, εἴτʼ ἀγαθῶν ἀπεστερημένοι τυγχάνουσιν εἴτε κακῶν· πολλῷ γὰρ πλείονα τὰ κακά. καὶ τὰ μὲν μόγις καὶ διὰ πολλῶν φροντίδων κτώμεθα, τὰ δὲ κακὰ πάνυ ῥᾳδίως στρογγύλα γὰρ εἶναί φασι ταῦτα καὶ συνεχῆ καὶ πρὸς ἄλληλα φερόμενα κατὰ πολλὰς αἰτίας, τὰ δʼ ἀγαθὰ διεχῆ τε καὶ δυσκόλως συνερχόμενα πρὸς αὐτοῖς τοῦ βίου τοῖς τέρμασιν. [116a] ἐπιλελησμένοις οὖν ἐοίκαμεν ὅτι οὐ μόνον, ὥς φησιν Εὐριπίδης,[123] “τὰ χρήματα” οὐκ “ἴδια κέκτηνται βροτοί,” ἀλλʼ ἁπλῶς τῶν ἀνθρωπίνων οὐδέν. διὸ καὶ ἐπὶ πάντων λέγειν χρὴ

τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα.
ὅταν δὲ χρῄζωσʼ αὔτʼ ἀφαιροῦνται πάλιν.