Pular para o conteúdo

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Plutarch · Parte 26

[26] διὸ τοὺς εὖ φρονοῦντας ἐπὶ τοῖς ἀποθνῄσκουσιν οὐ χρὴ πέρα τοῦ φυσικοῦ καὶ μετρίου τῆς περὶ τὴν τύχην[104] λύπης εἰς ἄπρακτα καὶ βαρβαρικὰ πένθη παρεκτρέπεσθαι καὶ τοῦθʼ ὅπερ πολλοῖς ἤδη συνέβη περιμένειν, ὥστε πρὶν ἀπώσασθαι τὰ πένθη κακουχουμένους τελευτῆσαι τὸν βίον καὶ ἐν τοῖς πενθίμοις τῆς κακοδαίμονος ταφῆς μεταλαβεῖν, ἅμα τῶν τε ἀνιαρῶν καὶ τῶν ἐκ τῆς ἀλογιστίας κακῶν συγκηδευομένων αὐτοῖς, ὥστʼ ἐπιφθέγξασθαι τὸ Ὁμηρικὸν

μυρομένοισι[105] δὲ τοῖσι μέλας ἐπὶ ἕσπερος ἦλθε.