[2] ἐπεὶ δὲ νῦν[2] καὶ χρόνος ὁ πάντα πεπαίνειν εἰωθὼς [102b] ἐγγέγονε τῇ συμφορᾷ καὶ ἡ περὶ σὲ διάθεσις ἀπαιτεῖν ἔοικε τὴν παρὰ τῶν φίλων βοήθειαν, καλῶς ἔχειν ὑπέλαβον τῶν παραμυθητικῶν σοι μεταδοῦναι λόγων πρὸς ἄνεσιν τῆς λύπης καὶ παῦλαν τῶν πενθικῶν καὶ ματαίων ὀδυρμῶν.
ψυχῆς[3] γὰρ νοσούσης εἰσὶν ἰατροὶ λόγοι,
ὅταν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ.
κατὰ γὰρ τὸν σοφὸν Εὐριπίδην[4]
ἄλλο δὲ γʼ ἐπʼ ἄλλῃ φάρμακον κεῖται νόσῳ·
λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων,
ἄγαν δὲ μωραίνοντι νουθετήματα