Pular para o conteúdo

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Plutarch · Parte 107-2

[107e] ἀλλαχοῦ δὲ καὶ ταῦτα λέγει

ἔνθʼ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο

καὶ

Ὕπνῳ καὶ Θανάτῳ διδυμάοσιν,

ὄψει τὴν ὁμοιότητα αὐτῶν δηλῶν τὰ γὰρ δίδυμα τὴν ὁμοιότητα μάλιστα παρεμφαίνει. πάλιν τὲ πού φησι τὸν θάνατον εἶναι “χάλκεον[54] ὕπνον,” τὴν ἀναισθησίαν ἡμῶν αἰνιττόμενος. οὐκ ἀμούσως δʼ ἔδοξεν ἀποφήνασθαι οὐδʼ ὁ εἰπὼν “τὸν ὕπνον τὰ μικρὰ τοῦ θανάτου μυστήρια·” προμύησις γὰρ ὄντως ἐστὶ τοῦ [107f] θανάτου ὁ ὕπνος. πάνυ δὲ σοφῶς καὶ ὁ κυνικὸς Διογένης κατενεχθεὶς εἰς ὕπνον καὶ μέλλων ἐκλείπειν τὸν βίον, διεγείραντος αὐτὸν τοῦ ἰατροῦ καὶ πυθομένου μή τι περὶ αὐτὸν εἴη χαλεπόν, “οὐδέν” ἔφη· “ὁ γὰρ ἀδελφὸς; τὸν, ἀδελφὸν προλαμβάνει”[55]