[9] ὁ δὲ Γαλαξίδωρος “ὦ Ἡράκλεις” εἶπεν “ὡσἔργον ἐστὶν εὑρεῖν ἄνδρα καθαρεύοντα τύφου καὶ δεισιδαιμονίας. οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων ἁλίσκονται διʼ ἀπειρίαν ἢ διʼ ἀσθένειαν· οἱ δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ τοιοῦτον ἄλλον ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν [580a] ἰόντων. ὃ πολιτικοῖς μὲν ἀνδράσι καὶ πρὸς αὐθάδη καὶ ἀκόλαστον ὄχλον ἠναγκασμένοις ζῆν οὐκ ἄχρηστον ἴσως ἐστὶν ὥσπερ ἐκ χαλινοῦ τῆς δεισιδαιμονίας πρὸς τὸ συμφέρον ἀντισπάσαι καὶ μεταστῆσαι τοὺς πολλούς· φιλοσοφίᾳ[95]δʼ οὐ μόνον ἔοικεν ἀσχήμων ὁ τοιοῦτος εἶναι σχηματισμός, ἀλλὰ καὶ πρὸς τὴν ἐπαγγελίαν ἐναντίος, εἰ[96] πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ συμφέρον διδάσκειν, εἰς θεοὺς ἐπαναχωρεῖ τῆς τῶν πράξεων ἀρχῆς[97] ὡς τοῦ λόγου καταφρονοῦσα, καὶ τὴν ἀπόδειξιν δοκεῖ διαφέρειν ἀτιμάσασα πρὸς μαντεύματα τρέπεται καὶ ὀνειράτων [580b] ὄψεις, ἐν οἷς ὁ φαυλότατος οὐχ ἧττον τῷ κατατυγχάνειν πολλάκις φέρεται τοῦ κρατίστου. διὸ καὶ Σωκράτης ὁ ὑμέτερος, ὦ Σιμμία, δοκεῖ μοι φιλοσοφώτερον χαρακτῆρα παιδείας καὶ λόγου περιβάλλεσθαι,[98] τὸ ἀφελὲς τοῦτο καὶ ἄπλαστον ὡς ἐλευθέριον καὶ μάλιστα φίλον ἀληθείας ἑλόμενος τὸν δὲ τῦφον ὥσπερ τινὰ καπνὸν φιλοσοφίας εἰς τοὺς σοφιστὰς ἀποσκεδάσας.” ὑπολαβὼν δʼ ὁ Θεόκριτος “τί γάρ” εἶπεν ὦ “Γαλαξίδωρε; καὶ σὲ Μέλητος πέπεικεν, ὅτι Σωκράτης· ὑπερεώρα τὰ θεῖα; τοῦτο γὰρ αὐτοῦ καὶ [580c] πρὸς Ἀθηναίους κατηγόρησεν” “οὐδαμῶς” ἔφη “τὰ γε θεῖα· φασμάτων δὲ καὶ μύθων καὶ δεισιδαιμο νίας ἀνάπλεων [99] φιλοσοφίαν ἀπὸ Πυθαγόρου […] [100] Ἐμπεδοκλέους δεξάμενος εὖ μάλα βεβακχευμένην εἴθισεν ὥσπερ πρὸς τὰ[101] πράγματα πεπνῦσθαι καὶ λόγῳ νήφοντι μετιέναι[102] τὴν ἀλήθειαν.”