Pular para o conteúdo

Περὶ τοῦ Σωκράτους δαιμονίου

Plutarch · Parte 575

ΚΑΦΕΙΣΙΑΣ. ἀλλʼ ἔδει μέν, ὦ Ἀρχίδαμε, σοῦ διʼ εὔνοιαν οὕτω προθύμως τὰ πεπραγμένα μαθεῖν σπουδάζοντος, ἐμὲ “καὶ ἀσχολίας ὑπέρτερον θέσθαι” κατὰ Πίνδαρον[12] τὸ δεῦρʼ ἐλθεῖν ἐπὶ τὴν διήγησιν τὸ δὲ πρεσβείας ἀφιγμένους ἕνεκα καὶ σχολὴν ἄγοντας, ἄχρι οὗ τὰς ἀποκρίσεις τοῦ δήμου λάβωμεν, [575e] ἀντιτείνειν καὶ ἀγροικίζεσθαι πρὸς εὐγνώμονα καὶ φιλέταιρον,[13] δόξειεν ἂν ἐγείρειν[14] τὸ κατὰ Βοιωτῶν ἀρχαῖον εἰς μισολογίαν ὄνειδος ἤδη μαραινόμενον παρὰ Σωκράτη τὸν ὑμέτερον· ἡμεῖς δὲ[15] παρὰ Λῦσιν τὸν ἱερὸν[16] σπουδάζοντες οὕτω[17] διεφάνημεν. ἀλλʼ ὅρα τοὺς παρόντας, εἰ πρὸς ἀκρόασιν ἅμα πράξεων[18] καὶ λόγων τοσούτων εὐκαίρως ἔχουσιν· οὐ γὰρ βραχὺ μῆκός ἐστι τῆς διηγήσεως, ἐπεὶ σὺ καὶ τοὺς λόγους προσπεριβαλέσθαι[19] κελεύεις.

ΑΡΧΙΔ. ἀγνοεῖς, ὦ Καφεισία, τοὺς ἄνδρας. ἦ μὴν ἄξιον εἰδέναι, πατέρων ὄντας ἀγαθῶν καὶ πρὸς ὑμᾶς οἰκείως ἐχόντων. ὁδὶ μέν ἐστιν ἀδελφιδοῦς [575f] Θρασυβούλου, Λυσιθείδης ὁδὶ δὲ Τιμόθεος, Κόνωνος υἱός· οὗτοι δʼ Ἀρχίνου παῖδες· οἱ δʼ ἄλλοι τῆς ἑταιρίας[20] τῆς[21] ἡμετέρας πάντες· ὥστε σοι θέατρον εὔνουν καὶ οἰκεῖον[22] ἔχειν τὴν διήγησιν.

ΚΑΦ. εὖ λέγεις, ἀλλὰ τίς ἂν ὑμῖν μέτριος ἀρχὴ γένοιτο τῆς διηγήσεως πρὸς ἃς ἴστε πράξεις;