Pular para o conteúdo

Περὶ τοῦ Σωκράτους δαιμονίου

Plutarch · Parte 3

[3] ἐμοῦ δʼ ὁ μάντις Θεόκριτος τὴν χεῖρα πιέσας σφόδρα καὶ πρὸς τὸν Χάρωνα βλέψας προερχόμενον[31] “οὗτος” εἶπεν “ὦ Καφεισία, φιλόσοφος οὐκ ἔστιν οὐδὲ μετείληφε παιδείας διαφόρου καὶ περιττῆς, ὥσπερ Ἐπαμεινώνδας ὁ σὸς ἀδελφός ἀλλʼ ὁρᾷς, [576e] ὅτι φύσει πρὸς τὸ καλὸν ὑπὸ[32] τῶν νόμων ἀγόμενος τὸν μέγιστον ὑποδύεται κίνδυνον ἑκουσίως ὑπὲρ τῆς πατρίδος. Ἐπαμεινώνδας δὲ Βοιωτῶν ἁπάντων τῷ πεπαιδεῦσθαι πρὸς ἀρετὴν ἀξιῶν διαφέρειν, ἀμβλὺς ἐστι καὶ ἀπρόθυμος, […] [33] τοῦτον ἤ τινα βελτίονα καιρὸν αὑτῷ[34] πεφυκότι καὶ παρεσκευασμένῳ καλῶς οὕτω [576f] χρησόμενος.” κἀγὼ πρὸς αὐτὸν “ὦ προθυμότατε” εἶπον “Θεόκριτε, τὰ δεδογμένα πράττομεν ἡμεῖς Ἐπαμεινώνδας δὲ μὴ πείθων, ὡς οἴεται βέλτιον εἶναι, ταῦτα μὴ πράσσειν, εἰκότως ἀντιτείνει πρὸς ἃ μὴ πέφυκε μηδὲ δοκιμάζει παρακαλούμενος. οὐδὲ γὰρ ἰατρόν, ἄνευ σιδήρου καὶ πυρὸς ὑπισχνούμενον τὸ νόσημα παύσειν, εὐγνωμονοίης ἄν, οἶμαι, τέμνειν ἢ ἀποκάειν[35] βιαζόμενος […] οῦκ οὖν καὶ οὗτος […] δήπου μηδένα[36] τῶν πολιτῶν […] ἄκριτον, ἀλλὰ καὶ αἳματος ἐμφυλίου καὶ σφαγῆς τὴν πόλιν ἐλευθεροῦσι συναγωνιεῖσθαι προθύμως. ἐπεὶ δʼ οὐ πείθει τοὺς πολλούς, ἀλλὰ ταύτην ὡρμήκαμεν τὴν ὁδόν, ἐᾶν αὑτὸν κελεύει φόνου καθαρὸν ὄντα καὶ[37] ἀναίτιον ἐφεστάναι [577a] τοῖς καιροῖς, μετὰ τοῦ δικαίου καὶ τῷ συμφέροντι προσοισόμενον. οὐδὲ γὰρ ὅρον ἕξειν[38] τὸ ἔργον, ἀλλὰ Φερένικον μὲν ἴσως καὶ Πελοπίδαν ἐπὶ τοὺς αἰτίους μάλιστα τρέψεσθαι καὶ πονηρούς· Εὐμολπίδαν δὲ καὶ Σαμίδαν[39], ἀνθρώπους διαπύρους πρὸς ὀργὴν καὶ θυμοειδεῖς, ἐν νυκτὶ λαβόντας ἐξουσίαν οὐκ ἀποθήσεσθαι τὰ ξίφη, πρὶν ἐμπλῆσαι τὴν πόλιν ὅλην φόνων καὶ διαφθεῖραι πολλοὺς τῶν ἰδίᾳ διαφόρων ὄντων.[40]”