[29] ὁπλιζομένων δʼ ἡμῶν καὶ συνταττομένων, αὖθις[331] ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ βαδιζούσης. “ὁ γὰρ Ἀρχίας, ἔφη, καὶ ὁ Φίλιππος ὡς [596a] ἤκουσαν ἥκειν ἐμὲ κεκλημένον, ἤδη βαρεῖς ὑπὸ τῆς μέθης ὄντες καὶ συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς,· μόλις διαναστάντες ἔξω προῆλθον ἐπὶ τὰς θύρας. εἰπόντος δὲ τοῦ” Ἀρχίου “φυγάδας, ὦ Χάρων, ἀκούομεν ἐν τῇ πόλει κρύπτεσθαι παρεισελθόντας” οὐ μετρίως ἐγὼ διαταραχθείς “ποῦ δʼ” εἶπον “εἶναι λέγονται καὶ τίνες;” “ἀγνοοῦμεν” ὁ Ἀρχίας εἶπε· “καί σε τούτου χάριν ἐλθεῖν ἐκελεύσαμεν, εἰ δή τι τυγχάνοις σαφέστερον ἀκηκοώς.” κἀγὼ μικρὸν ὥσπερ ἐκ πληγῆς[332] ἀναφέρων τὴν διάνοιαν ἐλογιζόμην λόγον [596b] εἶναι τὴν μήνυσιν οὐ βέβαιον, οὐδʼ ὑπὸ τῶν συνειδότων ἐξενηνέχθαι τὴν πρᾶξιν οὐδενός· οὐ γὰρ ἂν[333] ἀγνοεῖν τὴν,οἰκίαν αὐτούς, εἴ τις εἰδὼς ἀκριβῶς ἐμήνυεν· ἄλλως δʼ ὑποψίαν ἢ λόγον ἄσημον ἐν τῇ πόλει περιφερόμενον ἥκειν εἰς ἐκείνους. εἶπον οὖν πρὸς αὐτὸν ὅτι ʽ “ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις ἐπίσταμαι φήμας τοιαύτας ῥυείσας διακενῆς καὶ λόγους ψευδεῖς ἐνοχλήσαντας ἡμῖν· νυνὶ δʼ” ἔφην οὐδὲν “ἀκήκοα τοιοῦτον, ὦ Ἀρχία σκέψομαι δὲ τὸν λόγον, εἰ κελεύεις· κἂν πύθωμαί τι φροντίδος ἄξιον, οὐ λήσεται ὑμᾶς.[334]” “πάνυ μὲν οὖν” ὁ Φυλλίδας εἶπε “μηδέν, ὦ Χάρων, ἀδιερεύνητον μηδʼ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς· τί γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ [596c] προσέχειν; καλὸν γὰρ ἡ πρόνοια καὶ τὸ ἀσφαλές[335]” ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς τὸν οἶκον, ἐν ᾧ πίνοντες τυγχάνουσιν.[336] “ἀλλὰ μὴ μέλλωμεν, ἄνδρες” ἔφη, “προσευξάμενοι δὲ τοῖς θεοῖς ἐξίωμεν.” ταῦτα τοῦ Χάρωνος εἰπόντος, εὐχόμεθα[337] τοῖς θεοῖς καὶ παρεκαλοῦμεν ἀλλήλους.