[24] “ἐγὼ τοίνυν” ἔφη “τὸν μὲν Τιμάρχου λόγον ὥσπερ ἱερὸν καὶ ἄσυλον ἀνακεῖσθαί φημι τῷ θεῷ χρῆναι θαυμάζω δʼ εἰ τοῖς ὑπὸ Σιμμίου λεγομένοις περὶ[290] αὐτοῦ δυσπιστήσουσί τινες, κύκνους μὲν[291] ἱεροὺς καὶ δράκοντας καὶ κύνας καὶ ἵππους ὀνομάζοντες, ἀνθρώπους δὲ θείους εἶναι καὶ θεοφιλεῖς ἀπιστοῦντες, καὶ ταῦτα τὸν θεὸν οὐ φίλορνιν ἀλλὰ φιλάνθρωπον ἡγούμενοι. καθάπερ οὖν ἀνὴρ φίλιππος [593b] οὐ πάντων ὁμοίως ἐπιμέλεται[292] τῶν ὑπʼ αὐτὸ τὸ[293] γένος, ἀλλʼ ἀεὶ τινʼ ἄριστον ἐξαιρῶν καὶ ἀποκρίνων καθʼ αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ ἀγαπᾷ διαφερόντως· οὕτω[294] καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς, τοὺς βελτίστους οἷον ἐξ ἀγέλης χαράξαντες, ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας ἀξιοῦσι, οὐχ ὑφʼ ἡνίας οὐδὲ ῥυτήρων ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες· ὧν οἱ πολλοὶ καὶ ἀγελαῖοι παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν θηρατικῶν σημείων οὐδʼ οἱ πολλοὶ ἵπποι τῶν ἱππικῶν συνιᾶσιν[295] ἀλλʼ οἱ μεμαθηκότες, εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ἢ ποππυσμοῦ [593c] τὸ προσταττόμενον αἰσθανόμενοι, ῥᾳδίως εἰς ὃ δεῖ καθίστανται. φαίνεται δὲ γιγνώσκων καὶ Ὅμηρος ἣν λέγομεν διαφορὰν ἡμεῖς· τῶν γὰρ μάντεων οἰωνοπόλους τινὰς καλεῖ καὶ ἱερεῖς,[296] ἑτέρους δὲ τῶν θεῶν αὐτῶν διαλεγομένων συνιέντας καὶ συμφρονοῦντας ἀποσημαίνειν οἴεται τὸ μέλλον, ἐν οἷς λέγει
τῶν δʼ Ἕλενος, Πριάμοιο φίλος παῖς, ξύνθετο[297] θυμῷ
βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι