ΞΕ. οἶσθʼ οὖν ὅτι χαλεπὸν αὐτὰς τεμεῖν δίχα; τὸ δʼ [287c] αἴτιον, ὡς οἶμαι, προϊοῦσιν οὐχ ἧττον ἔσται καταφανές.
ΝΕ. ΣΩ. οὐκοῦν χρὴ δρᾶν οὕτως.
ΞΕ. κατὰ μέλη τοίνυν αὐτὰς οἷον ἱερεῖον διαιρώμεθα, ἐπειδὴ δίχα ἀδυνατοῦμεν. δεῖ γὰρ εἰς τὸν ἐγγύτατα ὅτι μάλιστα τέμνειν ἀριθμὸν ἀεί.
ΝΕ. ΣΩ. πῶς οὖν ποιῶμεν τὰ νῦν;
ΞΕ. ὥσπερ ἔμπροσθεν, ὁπόσαι παρείχοντο ὄργανα περὶ τὴν ὑφαντικήν, πάσας δήπου τότε ἐτίθεμεν ὡς συναιτίους.
ΝΕ. ΣΩ. ναί.
ΞΕ. καὶ νῦν δὴ ταὐτὸν μὲν τοῦτο, ἔτι δὲ μᾶλλον ἢ τόθʼ [287d] ἡμῖν ποιητέον. ὅσαι γὰρ σμικρὸν ἢ μέγα τι δημιουργοῦσι κατὰ πόλιν ὄργανον, θετέον ἁπάσας ταύτας ὡς οὔσας συναιτίους. ἄνευ γὰρ τούτων οὐκ ἄν ποτε γένοιτο πόλις οὐδὲ πολιτική, τούτων δʼ αὖ βασιλικῆς ἔργον τέχνης οὐδέν που θήσομεν.
ΝΕ. ΣΩ. οὐ γάρ.
ΞΕ. καὶ μὲν δὴ χαλεπὸν ἐπιχειροῦμεν δρᾶν ἀποχωρίζοντες τοῦτο ἀπὸ τῶν ἄλλων τὸ γένος· ὅτι γὰρ οὖν τῶν ὄντων ἔστιν ὡς ἑνός γέ τινος ὄργανον εἰπόντα δοκεῖν εἰρηκέναι [287e] τι πιθανόν. ὅμως δὲ ἕτερον αὖ τῶν ἐν πόλει κτημάτων εἴπωμεν τόδε.
ΝΕ. ΣΩ. τὸ ποῖον;
ΞΕ. ὡς οὐκ ἔστι ταύτην τὴν δύναμιν ἔχον. οὐ γὰρ ἐπὶ γενέσεως αἰτίᾳ πήγνυται, καθάπερ ὄργανον, ἀλλʼ ἕνεκα τοῦ δημιουργηθέντος σωτηρίας.
ΝΕ. ΣΩ. τὸ ποῖον;