ΣΩ. διὰ μὲν τὸ πάθος ἀλγῇ, μεμνῆται δὲ τῶν ἡδέων ⟨ὧν⟩ γενομένων παύοιτʼ ἂν τῆς ἀλγηδόνος, πληρῶται δὲ μήπω· τί [36a] τότε; φῶμεν ἢ μὴ φῶμεν αὐτὸν ἐν μέσῳ τῶν παθημάτων εἶναι;
ΠΡΩ. φῶμεν μὲν οὖν.
ΣΩ. πότερον ἀλγοῦνθʼ ὅλως ἢ χαίροντα;
ΠΡΩ. μὰ Δίʼ, ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ.
ΣΩ. πῶς, ὦ Πρώταρχε, τὸ διπλοῦν τῆς λύπης εἶπες; ἆρʼ οὐκ ἔστι μὲν ὅτε τις ἡμῶν κενούμενος ἐν ἐλπίδι φανερᾷ τοῦ [36b] πληρωθήσεσθαι καθέστηκε, τοτὲ δὲ τοὐναντίον ἀνελπίστως ἔχει;
ΠΡΩ. καὶ μάλα γε.
ΣΩ. μῶν οὖν οὐχὶ ἐλπίζων μὲν πληρωθήσεσθαι τῷ μεμνῆσθαι δοκεῖ σοι χαίρειν, ἅμα δὲ κενούμενος ἐν τούτοις [τοῖς χρόνοις] ἀλγεῖν;
ΠΡΩ. ἀνάγκη.
ΣΩ. τότε ἄρʼ ἄνθρωπος καὶ τἆλλα ζῷα λυπεῖταί τε ἅμα καὶ χαίρει.
ΠΡΩ. κινδυνεύει.
ΣΩ. τί δʼ ὅταν ἀνελπίστως ἔχῃ κενούμενος τεύξεσθαι πληρώσεως; ἆρʼ οὐ τότε τὸ διπλοῦν γίγνοιτʼ ἂν περὶ τὰς λύπας πάθος, ὃ σὺ νυνδὴ κατιδὼν ᾠήθης ἁπλῶς εἶναι [36c] διπλοῦν;
ΠΡΩ. ἀληθέστατα, ὦ Σώκρατες.
ΣΩ. ταύτῃ δὴ τῇ σκέψει τούτων τῶν παθημάτων τόδε χρησώμεθα.
ΠΡΩ. τὸ ποῖον;
ΣΩ. πότερον ἀληθεῖς ταύτας τὰς λύπας τε καὶ ἡδονὰς ἢ ψευδεῖς εἶναι λέξομεν; ἢ τὰς μέν τινας ἀληθεῖς, τὰς δʼ οὔ;
ΠΡΩ. πῶς δʼ, ὦ Σώκρατες, ἂν εἶεν ψευδεῖς ἡδοναὶ ἢ λῦπαι;
ΣΩ. πῶς δέ, ὦ Πρώταρχε, φόβοι ἂν ἀληθεῖς ἢ ψευδεῖς, ἢ προσδοκίαι ἀληθεῖς ἢ μή, ἢ δόξαι ἀληθεῖς ἢ ψευδεῖς;
[36d] ΠΡΩ. δόξας μὲν ἔγωγʼ ἄν που συγχωροίην, τὰ δʼ ἕτερα ταῦτʼ οὐκ ἄν.
ΣΩ. πῶς φῄς; λόγον μέντοι τινὰ κινδυνεύομεν οὐ πάνυ σμικρὸν ἐπεγείρειν.
ΠΡΩ. ἀληθῆ λέγεις.
ΣΩ. ἀλλʼ εἰ πρὸς τὰ παρεληλυθότα, ὦ παῖ ʼκείνου τἀνδρός, προσήκοντα, τοῦτο σκεπτέον.
ΠΡΩ. ἴσως τοῦτό γε.
ΣΩ. χαίρειν τοίνυν δεῖ λέγειν τοῖς ἄλλοις μήκεσιν ἢ καὶ ὁτῳοῦν τῶν παρὰ τὸ προσῆκον λεγομένων.
ΠΡΩ. ὀρθῶς.
[36e] ΣΩ. λέγε δή μοι· θαῦμα γάρ μέ γε ἔχει διὰ τέλους ἀεὶ περὶ τὰ αὐτὰ ἃ νυνδὴ προυθέμεθα ἀπορήματα. πῶς δὴ φῄς; ψευδεῖς, αἱ δʼ ἀληθεῖς οὐκ εἰσὶν ἡδοναί;
ΠΡΩ. πῶς γὰρ ἄν;
ΣΩ. οὔτε δὴ ὄναρ οὔθʼ ὕπαρ, ὡς φῄς, [ἐστιν] οὔτʼ ἐν μανίαις οὔτʼ ἐν παραφροσύναις οὐδεὶς ἔσθʼ ὅστις ποτὲ δοκεῖ μὲν χαίρειν, χαίρει δὲ οὐδαμῶς, οὐδʼ αὖ δοκεῖ μὲν λυπεῖσθαι, λυπεῖται δʼ οὔ.
ΠΡΩ. πάνθʼ οὕτω ταῦτα, ὦ Σώκρατες, ἔχειν πάντες ὑπειλήφαμεν.
ΣΩ. ἆρʼ οὖν ὀρθῶς; ἢ σκεπτέον εἴτʼ ὀρθῶς εἴτε μὴ ταῦτα λέγεται;
ΠΡΩ. σκεπτέον, ὥς γʼ ἐγὼ φαίην ἄν.