ΣΩ. οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν [85a] [τινὰ] τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;
ΠΑΙ. ναί.
ΣΩ. οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον;
ΠΑΙ. γίγνονται γάρ.
ΣΩ. σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον;
ΠΑΙ. οὐ μανθάνω.
ΣΩ. οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός; ἢ οὔ;
ΠΑΙ. ναί.
ΣΩ. πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν;
ΠΑΙ. τέτταρα.
ΣΩ. πόσα δὲ ἐν τῷδε;
ΠΑΙ. δύο.
ΣΩ. τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν;
ΠΑΙ. διπλάσια.
ΣΩ. τόδε οὖν [85b] ποσάπουν γίγνεται;
ΠΑΙ. ὀκτώπουν.
ΣΩ. ἀπὸ ποίας γραμμῆς;
ΠΑΙ. ἀπὸ ταύτης.
ΣΩ. ἀπὸ τῆς ἐκ γωνίας εἰς γωνίαν τεινούσης τοῦ τετράποδος;
ΠΑΙ. ναί.
ΣΩ. καλοῦσιν δέ γε ταύτην διάμετρον οἱ σοφισταί· ὥστʼ εἰ ταύτῃ διάμετρος ὄνομα, ἀπὸ τῆς διαμέτρου ἄν, ὡς σὺ φῄς, ὦ παῖ Μένωνος, γίγνοιτʼ ἂν τὸ διπλάσιον χωρίον.
ΠΑΙ. πάνυ μὲν οὖν, ὦ Σώκρατες.
ΣΩ. τί σοι δοκεῖ, ὦ Μένων; ἔστιν ἥντινα δόξαν οὐχ αὑτοῦ οὗτος ἀπεκρίνατο;
[85c] ΜΕΝ. οὔκ, ἀλλʼ ἑαυτοῦ.
ΣΩ. καὶ μὴν οὐκ ᾔδει γε, ὡς ἔφαμεν ὀλίγον πρότερον.
ΜΕΝ. ἀληθῆ λέγεις.
ΣΩ. ἐνῆσαν δέ γε αὐτῷ αὗται αἱ δόξαι· ἢ οὔ;
ΜΕΝ. ναί.
ΣΩ. τῷ οὐκ εἰδότι ἄρα περὶ ὧν ἂν μὴ εἰδῇ ἔνεισιν ἀληθεῖς δόξαι περὶ τούτων ὧν οὐκ οἶδε;
ΜΕΝ. φαίνεται.
ΣΩ. καὶ νῦν μέν γε αὐτῷ ὥσπερ ὄναρ ἄρτι ἀνακεκίνηνται αἱ δόξαι αὗται· εἰ δὲ αὐτόν τις ἀνερήσεται πολλάκις τὰ αὐτὰ ταῦτα καὶ πολλαχῇ, οἶσθʼ ὅτι τελευτῶν οὐδενὸς ἧττον ἀκριβῶς [85d] ἐπιστήσεται περὶ τούτων.
ΜΕΝ. ἔοικεν.
ΣΩ. οὐκοῦν οὐδενὸς διδάξαντος ἀλλʼ ἐρωτήσαντος ἐπιστήσεται, ἀναλαβὼν αὐτὸς ἐξ αὑτοῦ τὴν ἐπιστήμην;
ΜΕΝ. ναί.
ΣΩ. τὸ δὲ ἀναλαμβάνειν αὐτὸν ἐν αὑτῷ ἐπιστήμην οὐκ ἀναμιμνῄσκεσθαί ἐστιν;
ΜΕΝ. πάνυ γε.
ΣΩ. ἆρʼ οὖν οὐ τὴν ἐπιστήμην, ἣν νῦν οὗτος ἔχει, ἤτοι ἔλαβέν ποτε ἢ ἀεὶ εἶχεν;
ΜΕΝ. ναί.
ΣΩ. οὐκοῦν εἰ μὲν ἀεὶ εἶχεν, ἀεὶ καὶ ἦν ἐπιστήμων· εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη. ἢ [85e] δεδίδαχέν τις τοῦτον γεωμετρεῖν; οὗτος γὰρ ποιήσει περὶ πάσης γεωμετρίας ταὐτὰ ταῦτα, καὶ τῶν ἄλλων μαθημάτων ἁπάντων. ἔστιν οὖν ὅστις τοῦτον πάντα δεδίδαχεν; δίκαιος γάρ που εἶ εἰδέναι, ἄλλως τε ἐπειδὴ ἐν τῇ σῇ οἰκίᾳ γέγονεν καὶ τέθραπται.
ΜΕΝ. ἀλλʼ οἶδα ἔγωγε ὅτι οὐδεὶς πώποτε ἐδίδαξεν.
ΣΩ. ἔχει δὲ ταύτας τὰς δόξας, ἢ οὐχί;
ΜΕΝ. ἀνάγκη, ὦ Σώκρατες, φαίνεται.