ΑΘ. ἐὰν δὲ ἀπειθῶν νόμῳ ἱερὰ καὶ πόλιν μιαίνῃ παρανόμως, ὃς ἂν τῶν ἀρχόντων αἰσθόμενος μὴ ἐπάγῃ δίκην τῷ τοιούτῳ, ἐν εὐθύναις ἔστω [882a] τῶν κατηγορημάτων τῶν μεγίστων ἓν τοῦτο αὐτῷ. ἐὰν δὲ αὖ δοῦλος τύπτῃ τὸν ἐλεύθερον, εἴτʼ οὖν ξένον εἴτε ἀστόν, βοηθείτω μὲν ὁ προστυγχάνων ἢ κατὰ τὸ τίμημα τὴν εἰρημένην ζημίαν ἀποτινέτω, συνδήσαντες δὲ οἱ προστυγχάνοντες μετὰ τοῦ πληγέντος παραδόντων τῷ ἀδικουμένῳ· ὁ [882b] δὲ παραλαβών, δήσας ἐν πέδαις καὶ μαστιγώσας ὁπόσας ἂν ἐθέλῃ, μηδὲν βλάπτων τὸν δεσπότην, παραδότω ἐκείνῳ κεκτῆσθαι κατὰ νόμον. ὁ δὲ νόμος ἔστω· ὃς ἂν ἐλεύθερον δοῦλος ὢν τύπτῃ μὴ τῶν ἀρχόντων κελευόντων, παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν μὴ λύσῃ, [882c] πρὶν ἂν ὁ δοῦλος πείσῃ τὸν πληγέντα ἄξιος εἶναι τοῦ λελυμένος ζῆν. τὰ αὐτὰ δὲ γυναιξίν τε ἔστω πρὸς ἀλλήλας περὶ πάντων τῶν τοιούτων νόμιμα, καὶ πρὸς ἄνδρας γυναιξὶ καὶ ἀνδράσι πρὸς γυναῖκας.