Pular para o conteúdo

Νόμοι

Plato · Νόμοι

Νόμοι

Livro 1

[624a] ΑΘ. θεὸς ἤ τις ἀνθρώπων ὑμῖν, ὦ ξένοι, εἴληφε τὴν αἰτίαν τῆς τῶν νόμων διαθέσεως;

ΚΛ. θεός, ὦ ξένε, θεός, ὥς γε τὸ δικαιότατον εἰπεῖν· παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμονίοις, ὅθεν ὅδε ἐστίν, οἶμαι φάναι τούτους Ἀπόλλωνα. ἦ γάρ;

ΜΕ. ναί.

ΑΘ. μῶν οὖν καθʼ Ὅμηρον λέγεις ὡς τοῦ Μίνω φοιτῶντος [624b] πρὸς τὴν τοῦ πατρὸς ἑκάστοτε συνουσίαν διʼ ἐνάτου ἔτους καὶ κατὰ τὰς παρʼ ἐκείνου φήμας ταῖς πόλεσιν ὑμῖν θέντος τοὺς νόμους;