[470a] ΣΩ. ἔχεις οὖν εἰπεῖν διʼ ὅτι μέμφῃ τὴν τοιαύτην δύναμιν;
ΠΩΛ. ἔγωγε.
ΣΩ. τί δή; λέγε.
ΠΩΛ. ὅτι ἀναγκαῖον τὸν οὕτω πράττοντα ζημιοῦσθαί ἐστιν.
ΣΩ. τὸ δὲ ζημιοῦσθαι οὐ κακόν;
ΠΩΛ. πάνυ γε.
ΣΩ. οὐκοῦν, ὦ θαυμάσιε, [τὸ μέγα δύνασθαι] πάλιν αὖ σοι φαίνεται, ἐὰν μὲν πράττοντι ἃ δοκεῖ ἕπηται τὸ ὠφελίμως πράττειν, ἀγαθόν τε εἶναι, καὶ τοῦτο, ὡς ἔοικεν, ἐστὶν τὸ μέγα δύνασθαι· εἰ δὲ μή, κακὸν καὶ σμικρὸν δύνασθαι. [470b] σκεψώμεθα δὲ καὶ τόδε· ἄλλο τι ὁμολογοῦμεν ἐνίοτε μὲν ἄμεινον εἶναι ταῦτα ποιεῖν ἃ νυνδὴ ἐλέγομεν, ἀποκτεινύναι τε καὶ ἐξελαύνειν ἀνθρώπους καὶ ἀφαιρεῖσθαι χρήματα, ἐνίοτε δὲ οὔ;
ΠΩΛ. πάνυ γε.
ΣΩ. τοῦτο μὲν δή, ὡς ἔοικε, καὶ παρὰ σοῦ καὶ παρʼ ἐμοῦ ὁμολογεῖται.
ΠΩΛ. ναί.
ΣΩ. πότε οὖν σὺ φῂς ἄμεινον εἶναι ταῦτα ποιεῖν; εἰπὲ τίνα ὅρον ὁρίζῃ.
ΠΩΛ. σὺ μὲν οὖν, ὦ Σώκρατες, ἀπόκριναι [ταὐτὸ] τοῦτο.
[470c] ΣΩ. ἐγὼ μὲν τοίνυν φημί, ὦ Πῶλε, εἴ σοι παρʼ ἐμοῦ ἥδιόν ἐστιν ἀκούειν, ὅταν μὲν δικαίως τις ταῦτα ποιῇ, ἄμεινον εἶναι, ὅταν δὲ ἀδίκως, κάκιον.
ΠΩΛ. χαλεπόν γέ σε ἐλέγξαι, ὦ Σώκρατες· ἀλλʼ οὐχὶ κἂν παῖς σε ἐλέγξειεν ὅτι οὐκ ἀληθῆ λέγεις;
ΣΩ. πολλὴν ἄρα ἐγὼ τῷ παιδὶ χάριν ἕξω, ἴσην δὲ καὶ σοί, ἐάν με ἐλέγξῃς καὶ ἀπαλλάξῃς φλυαρίας. ἀλλὰ μὴ κάμῃς φίλον ἄνδρα εὐεργετῶν, ἀλλʼ ἔλεγχε.
ΠΩΛ. ἀλλὰ μήν, ὦ Σώκρατες, οὐδέν γέ σε δεῖ παλαιοῖς [470d] πράγμασιν ἐλέγχειν· τὰ γὰρ ἐχθὲς καὶ πρώην γεγονότα ταῦτα ἱκανά σε ἐξελέγξαι ἐστὶν καὶ ἀποδεῖξαι ὡς πολλοὶ ἀδικοῦντες ἄνθρωποι εὐδαίμονές εἰσιν.
ΣΩ. τὰ ποῖα ταῦτα;
ΠΩΛ. Ἀρχέλαον δήπου τοῦτον τὸν Περδίκκου ὁρᾷς ἄρχοντα Μακεδονίας;
ΣΩ. εἰ δὲ μή, ἀλλʼ ἀκούω γε.
ΠΩΛ. εὐδαίμων οὖν σοι δοκεῖ εἶναι ἢ ἄθλιος;
ΣΩ. οὐκ οἶδα, ὦ Πῶλε· οὐ γάρ πω συγγέγονα τῷ ἀνδρί.
[470e] ΠΩΛ. τί δέ; συγγενόμενος ἂν γνοίης, ἄλλως δὲ αὐτόθεν οὐ γιγνώσκεις ὅτι εὐδαιμονεῖ;
ΣΩ. μὰ Δίʼ οὐ δῆτα.
ΠΩΛ. δῆλον δή, ὦ Σώκρατες, ὅτι οὐδὲ τὸν μέγαν βασιλέα γιγνώσκειν φήσεις εὐδαίμονα ὄντα.
ΣΩ. καὶ ἀληθῆ γε ἐρῶ· οὐ γὰρ οἶδα παιδείας ὅπως ἔχει καὶ δικαιοσύνης.
ΠΩΛ. τί δέ; ἐν τούτῳ ἡ πᾶσα εὐδαιμονία ἐστίν;
ΣΩ. ὥς γε ἐγὼ λέγω, ὦ Πῶλε· τὸν μὲν γὰρ καλὸν καὶ ἀγαθὸν ἄνδρα καὶ γυναῖκα εὐδαίμονα εἶναί φημι, τὸν δὲ ἄδικον καὶ πονηρὸν ἄθλιον.