[460b] ΓΟΡ. πάνυ γε.
ΣΩ. τί οὖν; ὁ τὰ τεκτονικὰ μεμαθηκὼς τεκτονικός, ἢ οὔ;
ΓΟΡ. ναί.
ΣΩ. οὐκοῦν καὶ ὁ τὰ μουσικὰ μουσικός;
ΓΟΡ. ναί.
ΣΩ. καὶ ὁ τὰ ἰατρικὰ ἰατρικός; καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον, ὁ μεμαθηκὼς ἕκαστα τοιοῦτός ἐστιν οἷον ἡ ἐπιστήμη ἕκαστον ἀπεργάζεται;
ΓΟΡ. πάνυ γε.
ΣΩ. οὐκοῦν κατὰ τοῦτον τὸν λόγον καὶ ὁ τὰ δίκαια μεμαθηκὼς δίκαιος;
ΓΟΡ. πάντως δήπου.
ΣΩ. ὁ δὲ δίκαιος δίκαιά που πράττει.
ΓΟΡ. ναί.
[460c] ΣΩ. οὐκοῦν ἀνάγκη τὸν ῥητορικὸν δίκαιον εἶναι, τὸν δὲ δίκαιον βούλεσθαι δίκαια πράττειν;
ΓΟΡ. φαίνεταί γε.
ΣΩ. οὐδέποτε ἄρα βουλήσεται ὅ γε δίκαιος ἀδικεῖν.
ΓΟΡ. ἀνάγκη.
ΣΩ. τὸν δὲ ῥητορικὸν ἀνάγκη ἐκ τοῦ λόγου δίκαιον εἶναι.
ΓΟΡ. ναί.
ΣΩ. οὐδέποτε ἄρα βουλήσεται ὁ ῥητορικὸς ἀδικεῖν.
ΓΟΡ. οὐ φαίνεταί γε.
ΣΩ. μέμνησαι οὖν λέγων ὀλίγῳ πρότερον ὅτι οὐ δεῖ τοῖς [460d] παιδοτρίβαις ἐγκαλεῖν οὐδʼ ἐκβάλλειν ἐκ τῶν πόλεων, ἐὰν ὁ πύκτης τῇ πυκτικῇ χρῆταί τε καὶ ἀδίκως χρῆται καὶ ἀδικῇ, ὡσαύτως δὲ οὕτως καὶ ἐὰν ὁ ῥήτωρ τῇ ῥητορικῇ ἀδίκως χρῆται, μὴ τῷ διδάξαντι ἐγκαλεῖν μηδʼ ἐξελαύνειν ἐκ τῆς πόλεως, ἀλλὰ τῷ ἀδικοῦντι καὶ οὐκ ὀρθῶς χρωμένῳ τῇ ῥητορικῇ; ἐρρήθη ταῦτα ἢ οὔ;
ΓΟΡ. ἐρρήθη.
ΣΩ. νῦν [460e] δέ γε ὁ αὐτὸς οὗτος φαίνεται, ὁ ῥητορικός, οὐκ ἄν ποτε ἀδικήσας. ἢ οὔ;
ΓΟΡ. φαίνεται.
ΣΩ. καὶ ἐν τοῖς πρώτοις γε, ὦ Γοργία, λόγοις ἐλέγετο ὅτι ἡ ῥητορικὴ περὶ λόγους εἴη οὐ τοὺς τοῦ ἀρτίου καὶ περιττοῦ, ἀλλὰ τοὺς τοῦ δικαίου καὶ ἀδίκου· ἦ γάρ;
ΓΟΡ. ναί.