[416a] ΕΡΜ. τὸ δὲ δὴ “κακόν,” διʼ οὗ πολλὰ τῶν ἔμπροσθεν εἴρηκας, τί ἂν νοοῖ τοὔνομα;
ΣΩ. ἄτοπόν τι νὴ Δία ἔμοιγε δοκεῖ καὶ χαλεπὸν συμβαλεῖν. ἐπάγω οὖν καὶ τούτῳ ἐκείνην τὴν μηχανήν.
ΕΡΜ. ποίαν ταύτην;
ΣΩ. τὴν τοῦ βαρβαρικόν τι καὶ τοῦτο φάναι εἶναι.
ΕΡΜ. καὶ ἔοικάς γε ὀρθῶς λέγοντι. ἀλλʼ εἰ δοκεῖ, ταῦτα μὲν ἐῶμεν, τὸ δὲ “καλὸν” καὶ [τὸ] “αἰσχρὸν” πειρώμεθα ἰδεῖν πῇ εὐλόγως ἔχει.
ΣΩ. τὸ μὲν τοίνυν “αἰσχρὸν” καὶ δὴ κατάδηλόν μοι [416b] φαίνεται ὃ νοεῖ· καὶ τοῦτο γὰρ τοῖς ἔμπροσθεν ὁμολογεῖται. τὸ γὰρ ἐμποδίζον καὶ ἴσχον τῆς ῥοῆς τὰ ὄντα λοιδορεῖν μοι φαίνεται διὰ παντὸς ὁ τὰ ὀνόματα τιθείς, καὶ νῦν τῷ ἀεὶ ἴσχοντι τὸν ῥοῦν τοῦτο τὸ ὄνομα ἔθετο ⟨τὸ⟩ “ἀεισχοροῦν”· νῦν δὲ συγκροτήσαντες “αἰσχρὸν” καλοῦσιν.
ΕΡΜ. τί δὲ τὸ “καλόν”;
ΣΩ. τοῦτο χαλεπώτερον κατανοῆσαι. καίτοι λέγει γε αὐτό· ἁρμονίᾳ μόνον καὶ μήκει τοῦ οὖ παρῆκται.
ΕΡΜ. πῶς δή;
ΣΩ. τῆς διανοίας τις ἔοικεν ἐπωνυμία εἶναι τοῦτο τὸ ὄνομα.
ΕΡΜ. πῶς λέγεις;
[416c] ΣΩ. φέρε, τί οἴει σὺ εἶναι τὸ αἴτιον κληθῆναι ἑκάστῳ τῶν ὄντων; ἆρʼ οὐκ ἐκεῖνο τὸ τὰ ὀνόματα θέμενον;
ΕΡΜ. πάντως που.
ΣΩ. οὐκοῦν διάνοια ἂν εἴη τοῦτο ἤτοι θεῶν ἢ ἀνθρώπων ἢ ἀμφότερα;
ΕΡΜ. ναί.
ΣΩ. οὐκοῦν τὸ καλέσαν τὰ πράγματα καὶ τὸ καλοῦν ταὐτόν ἐστιν τοῦτο, διάνοια;
ΕΡΜ. φαίνεται.
ΣΩ. οὐκοῦν καὶ ὅσα μὲν ἂν νοῦς τε καὶ διάνοια ἐργάσηται, ταῦτά ἐστι τὰ ἐπαινετά, ἃ δὲ μή, ψεκτά;
ΕΡΜ. πάνυ γε.
[416d] ΣΩ. τὸ οὖν ἰατρικὸν ἰατρικὰ ἐργάζεται καὶ τὸ τεκτονικὸν τεκτονικά; ἢ πῶς λέγεις;
ΕΡΜ. οὕτως ἔγωγε.
ΣΩ. καὶ τὸ καλοῦν ἄρα καλά;
ΕΡΜ. δεῖ γέ τοι.
ΣΩ. ἔστι δέ γε τοῦτο, ὥς φαμεν, διάνοια;
ΕΡΜ. πάνυ γε.
ΣΩ. ὀρθῶς ἄρα φρονήσεως αὕτη ἡ ἐπωνυμία ἐστὶν τὸ “καλὸν” τῆς τὰ τοιαῦτα ἀπεργαζομένης, ἃ δὴ καλὰ φάσκοντες εἶναι ἀσπαζόμεθα.
ΕΡΜ. φαίνεται.
[416e] ΣΩ. τί οὖν ἔτι ἡμῖν λοιπὸν τῶν τοιούτων;