[129a] ΑΛ. ἀδύνατον.
ΣΩ. πότερον οὖν δὴ ῥᾴδιον τυγχάνει τὸ γνῶναι ἑαυτόν, καί τις ἦν φαῦλος ὁ τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών, ἢ χαλεπόν τι καὶ οὐχὶ παντός;
ΑΛ. ἐμοὶ μέν, ὦ Σώκρατες, πολλάκις μὲν ἔδοξε παντὸς εἶναι, πολλάκις δὲ παγχάλεπον.
ΣΩ. ἀλλʼ, ὦ Ἀλκιβιάδη, εἴτε ῥᾴδιον εἴτε μή ἐστιν, ὅμως γε ἡμῖν ὧδʼ ἔχει· γνόντες μὲν αὐτὸ τάχʼ ἂν γνοῖμεν τὴν ἐπιμέλειαν ἡμῶν αὐτῶν, ἀγνοοῦντες δὲ οὐκ ἄν ποτε.
ΑΛ. ἔστι ταῦτα.
[129b] ΣΩ. φέρε δή, τίνʼ ἂν τρόπον εὑρεθείη αὐτὸ ταὐτό; οὕτω μὲν γὰρ ἂν τάχʼ εὕροιμεν τί ποτʼ ἐσμὲν αὐτοί, τούτου δʼ ἔτι ὄντες ἐν ἀγνοίᾳ ἀδύνατοί που.
ΑΛ. ὀρθῶς λέγεις.
ΣΩ. ἔχε οὖν πρὸς Διός. τῷ διαλέγῃ σὺ νῦν; ἄλλο τι ἢ ἐμοί;
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν καὶ ἐγὼ σοί;
ΑΛ. ναί.
ΣΩ. Σωκράτης ἄρʼ ἐστὶν ὁ διαλεγόμενος;
ΑΛ. πάνυ γε.
ΣΩ. Ἀλκιβιάδης δʼ ὁ ἀκούων;
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν λόγῳ διαλέγεται ὁ Σωκράτης;
[129c] ΑΛ. τί μήν;
ΣΩ. τὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς.
ΑΛ. πάνυ γε.
ΣΩ. ὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο;
ΑΛ. πῶς λέγεις;
ΣΩ. ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις.
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται;
ΑΛ. πῶς γὰρ οὔ;
ΣΩ. ἆρʼ οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο ἂν εἴη;
ΑΛ. ναί.
[129d] ΣΩ. τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι.
ΑΛ. δοκεῖ.
ΣΩ. τί οὖν φῶμεν τὸν σκυτοτόμον; τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν;
ΑΛ. καὶ χερσίν.
ΣΩ. χρῆται ἄρα καὶ ταύταις;
ΑΛ. ναί.
ΣΩ. ἦ καὶ τοῖς ὀφθαλμοῖς χρώμενος σκυτοτομεῖ;
ΑΛ. ναί.
ΣΩ. τὸν δὲ χρώμενον καὶ οἷς χρῆται ἕτερα ὁμολογοῦμεν;
ΑΛ. ναί.
ΣΩ. ἕτερον ἄρα σκυτοτόμος καὶ κιθαριστὴς χειρῶν καὶ [129e] ὀφθαλμῶν οἷς ἐργάζονται;
ΑΛ. φαίνεται.
ΣΩ. οὐκοῦν καὶ παντὶ τῷ σώματι χρῆται ἅνθρωπος;
ΑΛ. πάνυ γε.
ΣΩ. ἕτερον δʼ ἦν τό τε χρώμενον καὶ ᾧ χρῆται;
ΑΛ. ναί.
ΣΩ. ἕτερον ἄρα ἅνθρωπός ἐστι τοῦ σώματος τοῦ ἑαυτοῦ;
ΑΛ. ἔοικεν.
ΣΩ. τί ποτʼ οὖν ὁ ἄνθρωπος;
ΑΛ. οὐκ ἔχω λέγειν.
ΣΩ. ἔχεις μὲν οὖν, ὅτι γε τὸ τῷ σώματι χρώμενον.
ΑΛ. ναί.