[118] ΣΩ. ἐπειδὴ δʼ οὔθʼ οἱ εἰδότες οὔθʼ οἱ τῶν μὴ εἰδότων [118a] εἰδότες ὅτι οὐκ ἴσασιν, ἦ ἄλλοι λείπονται ἢ οἱ μὴ εἰδότες, οἰόμενοι δʼ εἰδέναι;
ΑΛ. οὔκ, ἀλλʼ οὗτοι.
ΣΩ. αὕτη ἄρα ἡ ἄγνοια τῶν κακῶν αἰτία καὶ ἡ ἐπονείδιστος ἀμαθία;
ΑΛ. ναί.
ΣΩ. οὐκοῦν ὅταν ᾖ περὶ τὰ μέγιστα, τότε κακουργοτάτη καὶ αἰσχίστη;
ΑΛ. πολύ γε.
ΣΩ. τί οὖν; ἔχεις μείζω εἰπεῖν δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν καὶ συμφερόντων;
ΑΛ. οὐ δῆτα.
ΣΩ. οὐκοῦν περὶ ταῦτα σὺ φῂς πλανᾶσθαι;
ΑΛ. ναί.
ΣΩ. εἰ δὲ πλανᾷ, ἆρʼ οὐ δῆλον ἐκ τῶν ἔμπροσθεν ὅτι [118b] οὐ μόνον ἀγνοεῖς τὰ μέγιστα, ἀλλὰ καὶ οὐκ εἰδὼς οἴει αὐτὰ εἰδέναι;
ΑΛ. κινδυνεύω.
ΣΩ. βαβαῖ ἄρα, ὦ Ἀλκιβιάδη, οἷον πάθος πέπονθας· ὃ ἐγὼ ὀνομάζειν μὲν ὀκνῶ, ὅμως δέ, ἐπειδὴ μόνω ἐσμέν, ῥητέον. ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ ἐσχάτῃ, ὡς ὁ λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ· διὸ καὶ ᾁττεις ἄρα πρὸς τὰ πολιτικὰ πρὶν παιδευθῆναι. πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ πολλοὶ τῶν πραττόντων τὰ τῆσδε [118c] τῆς πόλεως, πλὴν ὀλίγων γε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους.
ΑΛ. λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ τοῦ αὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ· καὶ νῦν ἔτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.
ΣΩ. τί οὖν; ἤδη τινʼ εἶδες σοφὸν ὁτιοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ αὐτός; ὥσπερ ὅς σε ἐδίδαξεν γράμματα, αὐτός τʼ ἦν σοφὸς καὶ σὲ ἐποίησε τῶν τε ἄλλων ὅντινʼ ἐβούλετο· ἦ γάρ;
ΑΛ. ναί.
[118d] ΣΩ. οὐκοῦν καὶ σὺ ὁ παρʼ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσῃ;
ΑΛ. ναί.
ΣΩ. καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως;
ΑΛ. πάνυ γε.
ΣΩ. καλὸν γὰρ δήπου τεκμήριον τοῦτο τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται, ἐπειδὰν καὶ ἄλλον οἷοί τʼ ὦσιν ἀποδεῖξαι ἐπιστάμενον.
ΑΛ. ἔμοιγε δοκεῖ.
ΣΩ. τί οὖν; ἔχεις εἰπεῖν Περικλῆς τίνα ἐποίησεν σοφόν, ἀπὸ τῶν ὑέων ἀρξάμενος;
[118e] ΑΛ. τί δʼ εἰ τὼ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, ὦ Σώκρατες;
ΣΩ. ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν.
ΑΛ. τί δʼ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον;
ΣΩ. ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, διʼ ὅτι σε οὕτως ἔχοντα περιορᾷ;
ΑΛ. ἐγὼ οἶμαι αἴτιος οὐ προσέχων τὸν νοῦν.