[422a] πλοῦτός τε, ἦν δʼ ἐγώ, καὶ πενία· ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δὲ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ. πάνυ μὲν οὖν, ἔφη. τόδε μέντοι, ὦ Σώκρατες, σκόπει, πῶς ἡμῖν ἡ πόλις οἵα τʼ ἔσται πολεμεῖν, ἐπειδὰν χρήματα μὴ κεκτημένη ᾖ, ἄλλως τε κἂν πρὸς μεγάλην τε καὶ πλουσίαν ἀναγκασθῇ πολεμεῖν. δῆλον, ἦν δʼ ἐγώ, ὅτι πρὸς μὲν μίαν χαλεπώτερον, [422b] πρὸς δὲ δύο τοιαύτας ῥᾷον. πῶς εἶπες; ἦ δʼ ὅς. πρῶτον μέν που, εἶπον, ἐὰν δέῃ μάχεσθαι, ἆρα οὐ πλουσίοις ἀνδράσι μαχοῦνται αὐτοὶ ὄντες πολέμου ἀθληταί; ναὶ τοῦτό γε, ἔφη. τί οὖν, ἦν δʼ ἐγώ, ὦ Ἀδείμαντε; εἷς πύκτης ὡς οἷόν τε κάλλιστα ἐπὶ τοῦτο παρεσκευασμένος δυοῖν μὴ πύκταιν, πλουσίοιν δὲ καὶ πιόνοιν, οὐκ ἂν δοκεῖ σοι ῥᾳδίως μάχεσθαι; οὐκ ἂν ἴσως, ἔφη, ἅμα γε. οὐδʼ εἰ ἐξείη, ἦν δʼ ἐγώ, ὑποφεύγοντι τὸν πρότερον ἀεὶ [422c] προσφερόμενον ἀναστρέφοντα κρούειν, καὶ τοῦτο ποιοῖ πολλάκις ἐν ἡλίῳ τε καὶ πνίγει; ἆρά γε οὐ καὶ πλείους χειρώσαιτʼ ἂν τοιούτους ὁ τοιοῦτος; ἀμέλει, ἔφη, οὐδὲν ἂν γένοιτο θαυμαστόν. ἀλλʼ οὐκ οἴει πυκτικῆς πλέον μετέχειν τοὺς πλουσίους ἐπιστήμῃ τε καὶ ἐμπειρίᾳ ἢ πολεμικῆς; ἔγωγʼ, ἔφη. ῥᾳδίως ἄρα ἡμῖν οἱ ἀθληταὶ ἐκ τῶν εἰκότων διπλασίοις τε καὶ τριπλασίοις αὑτῶν μαχοῦνται. συγχωρήσομαί σοι, ἔφη· δοκεῖς γάρ μοι ὀρθῶς λέγειν. [422d] τί δʼ ἂν πρεσβείαν πέμψαντες εἰς τὴν ἑτέραν πόλιν τἀληθῆ εἴπωσιν, ὅτι “ἡμεῖς μὲν οὐδὲν χρυσίῳ οὐδʼ ἀργυρίῳ χρώμεθα, οὐδʼ ἡμῖν θέμις, ὑμῖν δέ· συμπολεμήσαντες οὖν μεθʼ ἡμῶν ἔχετε τὰ τῶν ἑτέρων;” οἴει τινὰς ἀκούσαντας ταῦτα αἱρήσεσθαι κυσὶ πολεμεῖν στερεοῖς τε καὶ ἰσχνοῖς μᾶλλον ἢ μετὰ κυνῶν προβάτοις πίοσί τε καὶ ἁπαλοῖς; οὔ μοι δοκεῖ. ἀλλʼ ἐὰν εἰς μίαν, ἔφη, πόλιν συναθροισθῇ [422e] τὰ τῶν ἄλλων χρήματα, ὅρα μὴ κίνδυνον φέρῃ τῇ μὴ πλουτούσῃ. εὐδαίμων εἶ, ἦν δʼ ἐγώ, ὅτι οἴει ἄξιον εἶναι ἄλλην τινὰ προσειπεῖν πόλιν ἢ τὴν τοιαύτην οἵαν ἡμεῖς κατεσκευάζομεν. ἀλλὰ τί μήν; ἔφη. μειζόνως, ἦν δʼ ἐγώ, χρὴ προσαγορεύειν τὰς ἄλλας· ἑκάστη γὰρ αὐτῶν πόλεις εἰσὶ πάμπολλαι ἀλλʼ οὐ πόλις, τὸ τῶν παιζόντων.