[15a] Οἱ δὲ νομοθέται, οἷς αὐτὸ τοῦτο γέγονεν ἔργον ζητεῖν καὶ σκοπεῖν, τί μὲν ἀγαθὸν πόλει τί δὲ κακόν, καὶ τί μὲν ὠφελεῖ τί δὲ βλάπτει τὸ κοινόν, οὐχὶ δὲ καὶ οὗτοι πάντες συμφορώτατον μὲν ταῖς πόλεσιν ἐνόμισαν τὸ πληθύνεσθαι τοὺς τῶν πολιτῶν οἴκους, βλαβερώτατον δὲ τὸ μειοῦσθαι; καὶ ἀπαιδίαν μὲν ἢ ὀλιγοπαιδίαν τῶν πολιτῶν ὑπέλαβον εἶναι ἀλυσιτελές, τὸ δὲ ἔχειν παῖδας καὶ νὴ Δία πολλοὺς ἔχειν εἶναι λυσιτελές; τοῦτο μὲν γὰρ ἀμβλίσκειν ἀπεῖπον ταῖς γυναιξὶ καὶ ταῖς ἀπειθούσαις ζημίαν ἐπέθεσαν, τοῦτο δ’ ἀτοκίᾳ προστίθεσθαι καὶ τὴν κύησιν εἴργειν ἀπηγόρευσαν αὐταῖς, τοῦτο δὲ πολυπαιδίας ἔταξαν γέρα καὶ ἀνδρὶ καὶ γυναικί, καὶ τὴν ἀπαιδίαν ἐπιζήμιον κατέστησαν. πῶς οὖν οὐκ ἂν ἡμεῖς ἄδικα καὶ παράνομα δρῷμεν ἐναντία δρῶντες τῇ βουλήσει τῶν νομοθετῶν, θείων καὶ θεοφιλῶν ἀνδρῶν, οἷς ἕπεσθαι νομίζεται καλὸν καὶ συμφέρον; δρῷμεν δ’ ἂν ἐναντία τὴν πολυπαιδίαν τὴν ἑαυτῶν κωλύοντες. πῶς δ’ οὐχὶ καὶ εἰς τοὺς πατρῴους θεοὺς ἐξαμαρτάνοιμεν ἂν καὶ εἰς τὸν ὁμόγνιον Δία ταῦτα πράττοντες; ὥσπερ γὰρ ὁ περὶ ξένους ἄδικος εἰς τὸν ξένιον ἁμαρτάνει Δία, καὶ ὁ περὶ φίλους εἰς τὸν φίλιον, οὕτως ὅστις εἰς τὸ ἑαυτοῦ γένος ἄδικος, εἰς τοὺς πατρῴους ἁμαρτάνει θεοὺς καὶ εἰς τὸν ὁμόγνιον Δία, τὸν ἐπόπτην τῶν ἁμαρτημάτων τῶν περὶ τὰ γένη· ὁ δέ γε περὶ τοὺς θεοὺς ἁμαρτάνων ἀσεβής. καὶ μὴν ὅτι καλὸν καὶ λυσιτελὲς παίδων ἀνατροφὴ πολλῶν μάθοι τις ἂν λογισάμενος, ὡς μὲν ἔντιμος ἐν πόλει πολύπαις ἀνήρ, ὡς δ’ αἰδῶ παρέχει τοῖς πλησίον, ὡς δὲ δύναται πλέον πάντων τῶν ὁμοίων, ἄν γε μὴ ὁμοίως παίδων εὐπορῶσιν. καθάπερ γάρ, οἶμαι, πολύφιλος ἀφίλου ἀνδρὸς δυνατώτερος, οὕτω καὶ πολὺ μᾶλλον ὁ πολύπαις τοῦ μὴ ἔμπαιδος ἢ τοῦ ὀλίγους κεκτημένου παῖδας, καὶ τοσούτῳ γε μᾶλλον, ὅσῳ περ ἐγγύτερον υἱὸς ἑκάστῳ ἢ φίλος. ἄξιον δὲ νοῆσαι ποῖόν τι καὶ θέαμά ἐστιν ἀνὴρ πολύπαις ἢ γυνὴ σὺν ἀθρόοις ὁρώμενοι τοῖς ἑαυτῶν παισίν· οὔτε γὰρ πομπὴν πεμπομένην θεοῖς οὕτω καλὴν θεάσαιτ’ ἄν τις οὔτε χορείαν ἐπὶ ἱεροῖς κόσμῳ χορευόντων οὕτως ἀξιοθέατον, ὡς χορὸν παίδων πολλῶν προηγουμένων ἐν πόλει πατρὸς τοῦ ἑαυτῶν ἢ μητρός, 〈καὶ〉 χειραγωγούντων τοὺς γονεῖς ἢ τρόπον ἕτερον περιεπόντων κηδεμονικῶς. τί μὲν τούτου κάλλιον τοῦ θεάματος; τί δὲ τῶν γονέων τούτων ζηλωτότερον, ἄλλως τε κἂν ἐπιεικεῖς ὦσι; τίσι δ’ ἂν ἄλλοις οὕτω προθύμως ἢ συνεύξαιτό τις ἀγαθὰ παρὰ θεῶν, ἢ συμπράξειεν αὐτοῖς εἰς ὅ τι δέοιντο; “νὴ Δία·” φησίν 〈“ἀλλὰ...” 〉.
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΝΤΑ ΤΑ ΓΙΓΝΟΜΕΝΑ ΤΕΚΝΑ ΘΡΕΠΤΕΟΝ
[15b] Ὃ δέ μοι δοκεῖ δεινότατον, οὐδὲ πενίαν ἔνιοι προφασίζεσθαι ἔχοντες, ἀλλ’ εὔποροι χρημάτων ὄντες, τινὲς δὲ καὶ πλούσιοι, τολμῶσιν ὅμως τὰ ἐπιγινόμενα τέκνα μὴ τρέφειν, ἵνα τὰ προγενόμενα εὐπορῇ μᾶλλον, ἐξ ἀνοσίου μηχανώμενοι τὴν εὐπορίαν τοῖς παισίν [ἐξ ἀδελφῶν φόνου]· οἵ γε ἀναιροῦσιν αὐτῶν τοὺς ἀδελφούς, ἵν’ ἐκεῖνοι μερίδα μείζω τῶν πατρῴων ἔχωσι· κακῶς εἰδότες, ὅσῳ κρεῖττον 〈τὸ〉 πολλοὺς ἔχειν ἀδελφοὺς τοῦ πολλὰ ἔχειν χρήματα. χρήματα μὲν γὰρ ἐπιβουλὰς ἐγείρει παρὰ τῶν πλησίον· οἱ δ’ ἀδελφοὶ τοὺς ἐπιβούλους ἀνείργουσι. καὶ τὰ μὲν αὐτὰ δεῖται βοηθείας· οἱ δ’ ἀδελφοὶ βοηθοί εἰσι κράτιστοι. καὶ οὔτε φίλον ἀγαθὸν ἀδελφῷ παρὰ τὸν † ἀπὸ ἀνθρώπων ἑτέρων ὁμοίων τε καὶ ἴσων τῇ ἀπ’ ἀδελφῶν. τί δ’ ἄν τις παραβάλοι καλὸν εὐνοίᾳ τῇ ἐξ ἀδελφοῦ εἰς ἀσφαλείας λόγον; τίνα δὲ κοινωνὸν ἀγαθῶν εὐμενέστερον σχοίη τις ἂν ἢ ἀδελφὸν ἐπιεικῆ; τίνος δὲ παρουσίαν ἐν συμφοραῖς μᾶλλον ποθήσειεν ἂν ἢ τοιούτου ἀδελφοῦ; ἐγὼ μὲν ἀξιοζηλότατον ἡγοῦμαι τὸν ἐπὶ πλήθει ἀδελφῶν ὁμονοούντων βιοῦντα· καὶ θεοφιλέστατον εἶναι νομίζω τὸν ἄνδρα τοῦτον οἴκοθεν ἔχοντα τἀγαθά. διὸ καὶ νομίζω δεῖν ἕκαστον ἡμῶν τοῖς αὑτοῦ παισὶ πειρᾶσθαι χρημάτων μᾶλλον ἀπολείπειν ἀδελφούς, ὡς ἀφορμὰς ἀγαθῶν ἀπολείψοντα μείζονας.