Pular para o conteúdo

Κατὰ Γαλιλαίων

Julian the Emperor · Parte 53

[53] Ἀλλὰ τοῖς Ἡσαΐου, φασίν, ὁμολογεῖ. λέγει γὰρ Ἡσαΐας· “Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν.” ἔστω δὴ καὶ τοῦτο λεγόμενον [262d] ὑπὲρ θεοῦ, καίτοι μηδαμῶς εἰρημένον· οὐ γὰρ ἦν παρθένος ἡ γεγαμημένη καὶ πρὶν ἀποκυῆσαι συγκατακλιθεῖσα τῷ γήμαντι· δεδόσθω δὲ λέγεσθαι περὶ ταύτης—μή τι θεόν φησιν ἐκ τῆς παρθένου τεχθήσεσθαι; θεοτόκον δὲ ὑμεῖς οὐ παύεσθε Μαρίαν καλοῦντες, εἰ μή πού φησι τὸν ἐκ τῆς παρθένου γεννώμενον “υἱὸν θεοῦ μονογενῆ” καὶ “πρωτότοκον πάσης κτίσεως”; ἀλλὰ τὸ λεγόμενον ὑπὸ Ἰωάννου “Πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν” ἔχει τις ἐν ταῖς [262e] προφητικαῖς δεῖξαι φωναῖς; ἃ δὲ ἡμεῖς δείκνυμεν, ἐξ αὐτῶν ἐκείνων ἑξῆς ἀκούετε· “Κύριε, ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν”· πεποίηται δὲ παρ’ αὐτῶν καὶ Ἑζεκίας ὁ βασιλεὺς εὐχόμενος· “Κύριε, ὁ θεὸς Ἰσραήλ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ εἶ ὁ θεὸς μόνος.” μή τι [276e] τῷ δευτέρῳ καταλείπει χώραν; ἀλλ’ εἰ θεὸς ἐκ θεοῦ καθ̓ ὑμᾶς ὁ λόγος ἐστὶ καὶ τῆς οὐσίας ἐξέφυ τοῦ πατρός, θεοτόκον ὑμεῖς ἀνθ̓ ὅτου τὴν παρθένον εἶναί φατε; πῶς γὰρ ἂν τέκοι θεὸν ἄνθρωπος οὖσα καθ̓ ὑμᾶς; καὶ πρός γε τούτῳ λέγοντος ἐναργῶς θεοῦ “Ἐγώ εἰμι καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ [277a] σώζων,” ὑμεῖς σωτῆρα τὸν ἐξ αὐτῆς εἰπεῖν τετολμήκατε;