[31] Ποῖον ἔθνος ἐστί, πρὸς τῶν θεῶν, ἔξω τοῦ “Οὐ προσκυνήσεις θεοῖς ἑτέροις” καὶ τοῦ “Μνήσθητι τῆς ἡμέρας τῶν σαββάτων,” ὃ μὴ τὰς ἄλλας οἴεται χρῆναι φυλάττειν ἐντολάς, ὡς καὶ τιμωρίας κεῖσθαι τοῖς παραβαίνουσιν, ἐνιαχοῦ μὲν σφοδροτέρας, ἐνιαχοῦ δὲ παραπλησίας ταῖς παρὰ Μωυσέως νομοθετείσαις, ἔστι δὲ ὅπου καὶ φιλανθρωποτέρας;