[16] [65a] Ἀλλ’ ἆρα μὴ τοῦτο ὄναρ ἐστὶν ἐννοήσοντες [65b] αὐτὸ μαθέτε. θεοὺς ὀνομάζει Πλάτων τοὺς ἐμφανεῖς, ἥλιον καὶ σελήνην, ἄστρα καὶ οὐρανόν, ἀλλ’ οὗτοι τῶν ἀφανῶν εἰσιν εἰκόνες· ὁ φαινόμενος τοῖς ὀφθαλμοῖς ἡμῶν ἥλιος τοῦ νοητοῦ καὶ μὴ φαινομένου, καὶ πάλιν ἡ φαινομένη τοῖς ὀφθαλμοῖς ἡμῶν σελήνη καὶ τῶν ἄστρων ἕκαστον εἰκόνες εἰσὶ τῶν νοητῶν. ἐκείνους οὖν τοὺς νοητοὺς καὶ [65c] ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ τοῦ δημιουργοῦ γεννηθέντας καὶ προελθόντας ὁ Πλάτων οἶδεν. εἰκότως οὖν φησιν ὁ δημιουργὸς ὁ παρ’ αὐτῷ “θεοί,” πρὸς τοὺς ἀφανεῖς λέγων, “θεῶν,” τῶν ἐμφανῶν δηλονότι. κοινὸς δὲ ἀμφοτέρων δημιουργὸς οὗτός ἐστιν ὁ τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν καὶ ἄστρα καὶ γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα.