[11] [57b] Ὅ γε μὴν Πλάτων ἄκουε περὶ τοῦ κόσμου τί [57c] φησιν. “Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος—ἢ καὶ ἄλλο, ὅ τί ποτε ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω—πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπʼ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς γὰρ ἅπτος τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δὲ αἰσθητά, δόξῃ περιληπτὰ μετὰ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη […] οὕτως οὖν κατὰ τὸν λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ [57d] θεοῦ γενέσθαι πρόνοιαν.”