Pular para o conteúdo

Συμπόσιον ἢ Κρόνια

Julian the Emperor · Parte 11

[11] ἐπὶ τούτῳ παρῆλθεν εἴσω Γαλλιῆνος μετὰ τοῦ πατρός, ὁ μὲν τὰ δεσμὰ τῆς αἰχμαλωσίας ἔχων, ὁ δὲ στολῇ τε καὶ κινήσει χρώμενος μαλακωτέρᾳ ὥσπερ αἱ γυναῖκες. καὶ ὁ Σειληνὸς πρὸς μὲν ἐκεῖνον, “Τίς οὗτος ὁ λευκολόφας, Πρόπαρ ὃς ἡγεῖται στρατοῦ;” ἔφη, πρὸς δὲ τὸν Γαλλιῆνον, “Ὃς καὶ χρυσὸν ἔχων πάντη τρυφᾷ ἠύτε κούρη·” τούτω δὲ ὁ Ζεὺς εἶπε τῆς ἐκεῖσε θοίνης ἐκβῆναι.