Pular para o conteúdo

Epistulae

Julian the Emperor · Carta 65

Carta 65

[65.1] [442a] Ἔστι καὶ μικροῦ γράμματος ἡδονὴ μείζων, ὅταν [442d] ἡ τοῦ γράφοντος εὔνοια μὴ τῇ τῆς ἐπιστολῆς σμικρότητι μᾶλλον ἢ τῷ τῆς ψυχῆς μεγέθει μετρῆται· εἰ δὲ δὴ καὶ νῦν βραχέα τὰ τῆς προσρήσεως ὑφ’ ἡμῶν γεγένηται, μηδ’ οὕτω τὸν ἐπ’ αὐτοῖς πόθον τεκμηριώσῃ, ἀλλ’ εἰδώς, ἐφ’ ὅσον ὁ παρ’ ἡμῶν ἔρως ἐπὶ σοὶ τέταται, τῇ μὲν τοῦ γράμματος βραχύτητι συγγνώμην νέμε, τοῖς ἴσοις δὲ ἡμᾶς ἀμείβεσθαι μὴ κατόκνει. πᾶν γὰρ ὅ τι ἂν διδῷς, κἂν [443a] μικρὸν ᾖ, παντὸς ἀγαθοῦ γνώρισμα παρ’ ἡμῖν σώζει.