Carta 45
[45.1] [432b] Ἡ μὲν παροιμία φησίν “ἐμοὶ διηγοῦ σὺ τοὐμὸν ὄναρ,” ἐγὼ δ’ ἔοικα σοὶ τὸ σὸν ὕπαρ ἀφηγεῖσθαι. πολύς, φασίν, ὁ Νεῖλος ἀρθεὶς μετέωρος τοῖς πήχεσιν ἐπλήρωσε πᾶσαν τὴν Αἴγυπτον· εἰ δὲ καὶ τὸν ἀριθμὸν ἀκοῦσαι ποθεῖς, εἰς τὴν εἰκάδα τοῦ Σεπτεμβρίου τρὶς πέντε. μηνύει δὲ ταῦτα Θεόφιλος ὁ στρατοπεδάρχης. εἰ τοίνυν ἠγνόησας αὐτό, παρ’ ἡμῶν ἀκούων εὐφραίνου.