Pular para o conteúdo

Λόγος προτρεπτικὸς ἐπὶ φιλοσοφίαν

Jâmblico · Λόγος προτρεπτικὸς ἐπὶ φιλοσοφίαν

Λόγος προτρεπτικὸς ἐπὶ φιλοσοφίαν

ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΔΟΓΟΥ

[1]

Α Τίς ἡ ἀρχὴ κατὰ Πυθαγόραν τῆς εἰς παιδείαν καὶ φιλοσοφίαν εἰσαγωγῆς, καὶ πῶς κοινοτάτη ἐστὶ καὶ εἰς πάντα τὰ εἰς φιλοσοφίαν ἀγαθὰ διατείνουσα, τίς τε αὐτῆς ἡ τάξις καὶ ὅτι τριχῇ διαιρεῖται, καὶ πῶς ἀεὶ πρόεισιν ἐπὶ τὸ καθαρώτερον.

B Γνωμικὰ ὁμοιώματα προτρεπτικὰ ἀπὸ τῶν ἐναργῶν πᾶσι κινοῦντα ἡμῶν τὴν προθυμίαν ἐπὶ τὸ γενναίως ἀντιλαμβάνεσθαι τῆς κοινῶς κατὰ πᾶσαν αἵρεσιν νοουμένης ἀρετῆς.

Γ Πυθαγορικαὶ γνῶμαι προτρεπτικαὶ ἔμμετροι, εἰς πᾶσαν τὴν ἀρίστην καὶ θειοτάτην φιλοσοφίαν παρακαλεῖν δυνάμεναι.

Δ Ἐπιστημονικαὶ ἔφοδοι εἰς προτροπὴν τείνουσαι τῆς θεωρητικῆς φιλοσοφίας μετὰ τοῦ καὶ διδασκαλίαν παρέχειν [2] ὅσον τε καὶ ἡλίκον ἀγαθόν ἐστιν ἡ σοφία καὶ διὰ τίνας αἰτίας περισπούδαστον τοῖς εὖ φρονοῦσι.

Ε Πυθαγορικαὶ ἰδίως προτροπαὶ πολὺ παραλλάττουσαι τὰς παρὰ τοῖς ἄλλοις φιλοσόφοις παρακλήσεις καὶ ἰδίας ποιούμεναι τὰς ἐφόδους.

F Σύμμικτοι προτροπαὶ πρός τε τὴν πρακτικὴν καὶ πολιτικὴν ἀρετὴν καὶ πρὸς τὴν τῆς τελειοτέρας κατὰ νοῦν σοφίας κτῆσίν τε καὶ χρῆσιν.

[3]

Ζ Ἰδιάζουσαι παρακλήσεις πρὸς τὴν θεωρητικὴν φιλοσοφίαν καὶ διαφερόντως τὴν κατὰ νοῦν ζωήν, αἱ μὲν ἀπὸ τῆς τοῦ ὄντως ἀνθρώπου φύσεως, αἱ δὲ ἀπὸ τῶν ἐναργῶν ὑπομιμνῇσκουσαι τουτὶ τὸ προκείμενον.

Η Ὑπομνήσεις ἀπὸ τῶν κοινῶν ἐννοιῶν παραμυθούμεναι τὸ πρώτως ὀρεκτὸν καὶ διʼ ἑαυτὸ αἱρετὸν φιλοσοφίας, ἐναργῶς τε προάγουσαι εἰς τὴν προτροπὴν ἀπὸ τῶν γνωρίμων τοῖς πᾶσιν.

Θ Ἀπὸ τοῦ βουλήματος τῆς φύσεως ἔφοδος εἰς προτροπὴν κατὰ τὴν Πυθαγόρου ἀπόκρισιν, ἣν εἶπε τοῖς ἐν Φλιοῦντι πυνθανομένοις τίς ἐστι καὶ τίνος ἕνεκα γέγονε· ταύτῃ γὰρ ἑπομένως συλλογιζόμεθα τὴν προτροπὴν [4] ὅλην.

Ι Ὅτι καὶ μεγάλας ὡφελείας παρέχεται πρὸς τὸν βίον ἡ θεωρητικὴ φρόνησις, ὑπομνήσεις πλείονες καὶ ἀπὸ πλειόνων ἀφορμῶν τρόποι τε τῆς χρείας ὑποδείκνυνται διάφοροι καὶ πρὸς πολλὰ τέλη τῶν συμφερόντων ἡμῖν συμβαλλόμενοι.

ΙΑ Ὅτι τῷ τὸν κατὰ νοῦν ἑλομένῳ βίον καὶ τὸ χαῖρον διαφερόντως ὑπάρχει.

ΙΒ Ἀπὸ τοῦ πρὸς εὐδαιμονίαν φέρειν φιλοσοφίαν τελέως καὶ ἀληθῶς ἔφοδος εἰς προτροπὴν τοῦ φιλοσοφεῖν τελέαν καὶ ἀνυσιμωτάτην.

ΙΓ Ἀπὸ τῶν περὶ φιλοσοφίας ἐννοιῶν ἔφοδοι εἰς προτροπὴν κατὰ τὰς Πυθαγορικὰς ὑποθέσεις καὶ κατὰ τὰς ἀληθεῖς περὶ ψυχῆς δόξας.

ΙΔ Ἀπὸ τοῦ βίου τοῦ ἐν φιλοσοφίᾳ καὶ τῆς ὅλης ζωῆς τοῦ φιλοσόφου ἀφορμαὶ εἰς προτροπήν, ὁμοῦ ἐξ [5] ἀντιπαραθέσεως ἐπιδεικνύουσαι ὅσῳ δή τινι προέχει ἡ τοιαύτη ἐνέργεια τῶν ἄλλων τῶν δοκούντων εὐδοκίμων εἶναι βίων.

ΙΕ Ἀπὸ τῆς παιδείας καὶ ἀπαιδευσίας ἡ προτροπή, εἰ [6] τὸ μὲν μέγιστον τῶν ἀγαθῶν, τὸ δὲ τῶν κακῶν μέγιστον, εἰ καὶ αὐτά τέ ἐστι τοιαῦτα καὶ ἔοικε τοιούτοις τισὶν ἑτέροις οἷσπέρ ἐστιν αὐτά, καὶ ὅτι φιλοσοφία μὲν παιδείας ἐστὶν ἡγεμών, τὸ δὲ ἐναντίον κατάρχει ἀπαιδευσίας.

IF Ἄλλαι ἔφοδοι ἀπὸ τοῦ τέλους τῆς παιδείας προτρέπουσαι ἐπὶ τὴν συγγενῆ πρὸς τὸ παιδεύεσθαι φιλοσοφίαν, τό τε ἔργον ὁμοῦ τῆς φιλοσοφίας ἐπιδεικνύουσαι καὶ τὴν ὅλην αὐτῆς ἐπιμέλειαν περὶ τὰς ἀρίστας ἐνεργείας τῶν τῆς ψυχῆς δυνάμεων.

ΙΖ Ἀπὸ τῶν παλαιῶν λόγων καὶ τῶν ἱερῶν μύθων τῶν τε ἄλλων καὶ τῶν Πυθαγορικῶν ὑπομνήσεις εἰς προτροπὴν ἐπὶ τὸν σώφρονα καὶ μέτριον καὶ κεκοσμημένον βίον· αἱ δὲ αὐταὶ μεταβάλλουσι τὴν διάνοιαν ἡμῶν ἐκ τοῦ πρὸς τὴν ἀκολασίαν καὶ τοῦ κατὰ τὴν ἡδονὴν βίου.

ΙΗ Ἀπὸ τῶν ἐναργῶς περὶ τὸ σῶμα φαινομένων τάξεων καὶ ἀπὸ τοῦ περὶ αὐτὸ κόσμου κατὰ τὴν ἀνάλογον μετάβασιν τῆς διανοίας ἐπὶ ψυχὴν μεταβαίνοντες ποιούμεθα τὴν προτροπὴν γνωρίμως τοῖς ἀκούουσι καὶ πιθανῶς διὰ τὸ ἀπὸ τῶν ἐναργῶν αὐτὴν προιέναι.

ΙΘ Ἀπὸ τῶν ἐν τῇ ψυχῇ ἀγαθῶν ἔφοδος εἰς προτροπὴν ὡς ὄντων κυριωτάτων εἰς εὐδαιμονίαν, καὶ ἀπὸ [7] τῶν ἀρετῶν ὡς αὐταρκῶν ὑπαρχουσῶν πρὸς τὸν μακάριον βίον ἡ ὁμοία παράκλησις.

[8]

K Μεμιγμέναι ὑποθῆκαι προτροπαῖς κοινῇ διήκουσαι ἐπὶ πάντα τὰ ἀγαθὰ καὶ τὰ μέρη πάντα τὰ ἐν φιλοσοφίᾳ καὶ τὰ τέλη τοῦ βίου, ὧν στοχάζεται ἡ ἀρετή.

ΚΑ Τίς ἡ συμβολικὴ προτροπὴ καὶ πῶς γίνεται διὰ συμβόλων, ἀνάπτυξίς τε καὶ κοινὴ τῶν συμβόλων καὶ ἰδία ἑκάστου, μόνον ἀπʼ αὐτῶν τὸ προτρεπτικὸν ἐξηγουμένη ποσαχῶς γίνεται, τὴν δὲ ἄλλην πραγματείαν περὶ τῶν συμβόλων ἀλλαχοῦ ὑπερτιθεμένη.

Capítulo 1. ΙΑΜΒΛΙΧΟΥ ΧΑΛΚΙΔΕΩΣ ΤΗΣ ΚΟΙΛΗΣ ΣΥΡΙΑΣ ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΕΠΙ ΦΙΛΟΣΟΦΙΑΝ

Ι. Περὶ μὲν Πυθαγόρου καὶ τοῦ κατʼ αὐτὸν βίου τῶν τε Πυθαγορικῶν ἀνδρῶν τὰ σύμμετρα ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, ἀρχώμεθα δὲ τὸ λοιπὸν αὐτοῦ τῆς αἱρέσεως ἀπὸ τῆς κοινῆς εἰς πᾶσαν παιδείαν καὶ μάθησιν καὶ ἀρετὴν παρασκευῆς, ἥτις οὐ κατὰ μέρος ἀπολαβοῦσα πρὸς ἕν τι τῶν πάντων παρασκεύαζει τὸν ἄνθρωπον ἐπιτήδειον, ἀλλʼ ὡς ἁπλῶς εἰπεῖν τὰς ἐν αὐτῷ προθυμίας προτρέπει εἰς πάντα μὲν τὰ μαθήτὰ [9] ματα, πάσας δὲ τὰς ἐπιστήμας, πάσας δὲ τὰς ἐν τῷ [10] βίῳ καλὰς καὶ γενναίας πράξεις, πάσας δὲ παιδείας, καὶ ὡς ἔπος εἰπεῖν πάντα ὅσα μετέχει τοῦ καλοῦ. οὔτε γὰρ ἄνευ τοῦ προτραπῆναι οἷόν τέ ἐστιν ὁρμῆσαι ἐπὶ τὰ καλὰ καὶ γενναῖα ἐπιτηδεύματα, οὔτε οἷόν τε εὐθὺς [11] ἐπὶ τὸ ἀκρότατον καὶ τελειότατον ἀγαθὸν προευτρεπίζειν τινὰ πρὶν ἐμποιῆσαι ὑποκατασκευὴν τῆς ψυχῆς διὰ τῆς προτροπῆς· ἀλλʼ ὥσπερ ἡ ψυχὴ κατὰ βραχὺ πρόεισιν ἐπὶ τὰ μείζονα ἀπὸ τῶν ἐλαττόνων, διὰ πάντων τε διέξεισι τῶν καλῶν, καὶ ἐπὶ τῷ τέλει τὰ τελεώτατα ἀγαθὰ εὑρίσκει, οὕτως καὶ τὴν προτροπὴν δεῖ ὁδῷ προιέναι ἀρχομένην ἀπὸ τῶν κοινῶν. εἰς γὰρ φιλοσοφίαν ἀπλῶς παρορμήσει καὶ πρὸς αὐτὸ τὸ φιλοσοφεῖν [12] συλλήβδην καθʼ ἡντινοῦν ἀγωγήν, μηδεμιᾶς τῶν αἱρέσεων ἄντικρυς προκρινομένης, ἀλλὰ κοινῶς κατὰ γένος ἀπασῶν ἐπαινουμένων καὶ παρὰ τὰ ἀνθρώπινα ἐπιτηδεύματα πρεσβευομένων κατά τινα κοινὸν καὶ δημώδη προτρεπτικὸν τρόπον. μετὰ δὲ ταῦτα μέσῃ τινὶ μεθόδῳ χρηστέον, οὔτε παντάπασι δημώδει οὔτε μὴν ἄντικρυς Πυθαγορικῇ, ἀλλʼ οὐδὲ ἀπηλλαγμένῃ ὁλοσχερῶς ἑκατέρου τοῦ τρόπου τούτου. ἐν δὲ ταύτῃ κοινάς τε πάσης φιλοσοφίας τάξομεν παρορμήσεις, ὥστε [13] κεχωρίσθαι αὐτὰς Πυθαγορικοῦ βουλήματος πατά γε τοῦτο, συμμίξομεν δὲ ἐγκαιρότατα καὶ τὰς τῶν ἀνδρῶν τούτων κυριωτάτας δόξας [εἰς ἃς προτρέπειν τῶν Πυθαγορικῶν], ὥστε οἰκεῖον γίγνεσθαι [τὸν τρόπον] τῶν [14] [15] Πυθαγορικῶν ἀνδρῶν κατά γε τοῦτο τὸν τρόπον τῶν λόγων· ἀφʼ οὗ δὴ λεληθότως, ὡς τὸ εἰκός, ἀπὸ μὲν τῶν ἐξωτερικῶν ἐννοιῶν ἀποσεησόμεθα, μεταβησόμεθα [16] δὲ καὶ οἰκειωσόμεθα ταῖς κατὰ τὴν αἵρεσιν τεχνολογουμέναις ἀποδείξεσιν, οἷον διά τινος γεφύρας ἢ κλίμακος κάτωθεν εἰς ὕψος ἀνιόντες. ἐπὶ δὲ τῷ τέλει τὰ ἴδια προτρεπτικὰ τῆς Πυθαγορικῆς αἱρέσεως συντάξομεν, ἀλλότρια καὶ ἀπόρρητα τρόπον τινὰ πρὸς τὰς ἄλλας ἀγωγὰς ὑπάρχοντα.