Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 92

[92] ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς τῶν ἄλλων ἀκροπόλεις τῆς αὑτῶν ἐπεῖδον τοὺς πολεμίους κυρίους γενομένους· ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν, ἀποσπῶντες ἀπὸ πατέρων καὶ μητέρων, πολλοὶ τῶν πολιτῶν ἠναγκάσθησαν τοὺς αὑτῶν ἐν τῇ πολιορκίᾳ χεῖρον παιδεύειν καὶ τρέφειν ἢ προσῆκεν αὐτοῖς· ἀντὶ δὲ τοῦ γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας πολλῶν ἐτῶν οὐδʼ ἰδεῖν αὐτοῖς ἐξεγένετο τὴν αὑτῶν.