Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 85

[85] ἀλλʼ εἰς τοῦτʼ ἀφροσύνης ἦλθον, ὥστε τῶν προαστείων τῶν οἰκείων οὐ κρατοῦντες Ἰταλίας καὶ Σικελίας καὶ Καρχηδόνος ἄρξειν προσεδόκησαν. τοσοῦτον δὲ διήνεγκαν ἀνοίᾳ πάντων ἀνθρώπων, ὥστε τοὺς μὲν ἄλλους αἱ συμφοραὶ συστέλλουσι καὶ ποιοῦσιν ἐμφρονεστέρους, ἐκεῖνοι δʼ οὐδʼ ὑπὸ τούτων ἐπαιδεύθησαν.