Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 80

[80] ἀλλὰ γὰρ εἰ τολμήσαιμι περὶ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις γενομένων ἀκριβῶς διελθεῖν, ὑμᾶς μὲν ἴσως ἂν ποιήσαιμι βέλτιον βουλεύσασθαι περὶ τῶν παρόντων, αὐτὸς δʼ ἂν διαβληθείην· εἰώθατε γὰρ μισεῖν οὐχ οὕτω τοὺς αἰτίους τῶν ἁμαρτημάτων ὡς τοὺς κατηγοροῦντας αὐτῶν.