Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 73

[73] καὶ τούτων αὐτῶν μάλιστα τὸν ἐναργέστατα δυνάμενον δηλῶσαι τὰς πονηρὰς τῶν πράξεων καὶ τὰς συμφορὰς τὰς ἀπʼ αὐτῶν γιγνομένας· οὗτος γὰρ ἂν τάχιστα ποιήσειεν ὑμᾶς, μισήσαντας ἃ δεῖ, βελτιόνων ἐπιθυμῆσαι πραγμάτων. ὑπὲρ μὲν οὖν τῆς τῶν λόγων τραχύτητος καὶ τῶν εἰρμένων καὶ τῶν ῥηθήσεσθαι μελλόντων ταῦτʼ ἔχω λέγειν πρὸς ὑμᾶς· ὅθεν δʼ ἀπέλιπον, πάλιν ποιήσομαι τὴν ἀρχήν.