Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 67

[67] ὅτι μὲν οὖν οὐ δικαίας, παρʼ ὑμῶν μαθὼν ὑμᾶς ἔχω διδάσκειν. ὅτε γὰρ Λακεδαιμόνιοι ταύτην εἶχον τὴν δύναμιν, ποίους λόγους οὐκ ἀνηλώσαμεν κατηγοροῦντες μὲν τῆς ἐκείνων ἀρχῆς, διεξιόντες δʼ ὡς δίκαιόν ἐστιν αὐτονόμους εἶναι τοὺς Ἕλληνας;