[65] οἶδα μὲν οὖν ὅτι χαλεπόν ἐστι δυναστείας ὑπὸ πάντων ἐρωμένης καὶ περιμαχήτου γεγενημένης κατηγοροῦντα δοκεῖν ἀνεκτόν τι λέγειν· ὅμως δʼ ἐπειδή περ ὑπεμείνατε καὶ τοὺς ἄλλους λόγους, ἀληθεῖς μὲν ὄντας φιλαπεχθήμονας δέ, καὶ τοῦτον ὑμῶν ἀνασχέσθαι δέομαι,