Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 61

[61] πρὸς μὲν οὖν τοὺς εἰκῇ τὰς ἐπιλήψεις ποιουμένους οὐ χαλεπὸν ἀντειπεῖν· εἰ δὲ δή τίς μοι παραστὰς τῶν ἐπιεικέστερον διακειμένων ἀληθῆ μὲν λέγειν με προσομολογήσειε καὶ προσηκόντως ἐπιτιμᾶν τοῖς γιγνομένοις, δίκαιον δʼ εἶναι φαίη τοὺς ἐπʼ εὐνοίᾳ νουθετοῦντας μὴ μόνον κατηγορεῖν τῶν πεπραγμένων,