[58] εἰ γὰρ μετὰ τὴν μάχην, ἣν ἐνίκησαν Θηβαῖοι Λακεδαιμονίους, ἐκεῖνοι μὲν ἐλευθερώσαντες τὴν Πελοπόννησον καὶ τοὺς ἄλλους Ἕλληνας αὐτονόμους ποιήσαντες ἡσυχίαν εἶχον, ἡμεῖς δὲ τοιαῦτʼ ἐξημαρτάνομεν, οὔτʼ ἂν οὗτος ἔσχε ταύτην ποιήσασθαι τὴν ἐρώτησιν, ἡμεῖς τʼ ἂν ἔγνωμεν ὅσῳ κρεῖττόν ἐστι τὸ σωφρονεῖν τοῦ πολυπραγμονεῖν.