Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 5

[5] καὶ γάρ τοι πεποιήκατε τοὺς ῥήτορας μελετᾶν καὶ φιλοσοφεῖν οὐ τὰ μέλλοντα τῇ πόλει συνοίσειν, ἀλλʼ ὅπως ἀρέσκοντας ὑμῖν λόγους ἐροῦσιν. ἐφʼ οὓς καὶ νῦν τὸ πλῆθος αὐτῶν ἐρρύηκεν. πᾶσι γὰρ ἦν φανερὸν ὅτι μᾶλλον ἡσθήσεσθε τοῖς παρακαλοῦσιν ὑμᾶς ἐπὶ τὸν πόλεμον ἢ τοῖς περὶ τῆς εἰρήνης συμβουλεύουσιν.