Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 31

[31] εἰς τοῦτο γάρ τινες ἀνοίας ἐληλύθασιν, ὥσθʼ ὑπειλήφασι τὴν ἀδικίαν ἐπονείδιστον μὲν εἶναι, κερδαλέαν δὲ καὶ πρὸς τὸν βίον τὸν καθʼ ἡμέραν συμφέρουσαν, τὴν δὲ δικαιοσύνην εὐδόκιμον μέν, ἀλυσιτελῆ δὲ καὶ μᾶλλον δυναμένην τοὺς ἄλλους ὠφελεῖν ἢ τοὺς ἔχοντας αὐτήν,