Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 23

[23] ὁρῶσι γὰρ ἡμᾶς οὐ στέργοντας ἐφʼ οἷς ἂν ἔχωμεν, ἀλλʼ ἀεὶ τοῦ πλέονος ὀρεγομένους, ἢν δὲ μεταβαλώμεθα τὸν τρόπον καὶ δόξαν βελτίω λάβωμεν, οὐ μόνον ἀποστήσονται τῆς ἡμετέρας, ἀλλὰ καὶ τῆς αὑτῶν προσδώσουσι· λυσιτελήσει γὰρ αὐτοῖς θεραπεύουσι τὴν δύναμιν τὴν τῆς πόλεως ἀσφαλῶς ἔχειν τὰς ἑαυτῶν βασιλείας.