Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 21

[21] ὀψόμεθα δὲ τὴν πόλιν διπλασίας μὲν ἢ νῦν τὰς προσόδους λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην ἐμπόρων καὶ ξένων καὶ μετοίκων, ὧν νῦν ἐρήμη καθέστηκεν. Τὸ δὲ μέγιστον, συμμάχους ἕξομεν ἅπαντας ἀνθρώπους, οὐ βεβιασμένους ἀλλὰ πεπεισμένους, οὐδʼ ἐν ταῖς μὲν ἀσφαλείαις διὰ τὴν δύναμιν ἡμᾶς ὑποδεχομένους, ἐν δὲ τοῖς κινδύνοις ἀποστησομένους, ἀλλʼ οὕτω διακειμένους ὥσπερ χρὴ τοὺς ὡς ἀληθῶς συμμάχους καὶ φίλους ὄντας.