[132] τίς οὖν ἀπαλλαγὴ γένοιτʼ ἂν τῶν κακῶν τῶν παρόντων; διείλεγμαι μὲν τὰ πλεῖστα περὶ αὐτῶν τούτων, οὐκ ἐφεξῆς, ἀλλʼ ὡς ἕκαστον τῷ καιρῷ συνέπιπτεν· μᾶλλον δʼ ἂν ὑμῖν ἐγγένοιτο μνημονεύειν, εἰ συναγαγὼν τὰ μάλιστα κατεπείγοντα πάλιν ἐπανελθεῖν αὐτὰ πειραθείην.