Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 124

[124] ἀλλʼ ὅμως τηλικούτων ἡμῖν ὑπομνημάτων καταλελειμμένων ὡς ἐφʼ ἑκατέρων αὐτῶν ἡ πόλις ἔπραττεν, οὕτω χαίρομεν ταῖς τῶν ῥητόρων πονηρίαις, ὥσθʼ ὁρῶντες διὰ τὸν πόλεμον καὶ τὰς ταραχάς, ἃς οὗτοι πεποιήκασι, τῶν μὲν ἄλλων πολιτῶν πολλοὺς ἐκ τῶν πατρῴων ἐκπεπτωκότας, τούτους δʼ ἐκ πενήτων πλουσίους γεγενημένους, οὐκ ἀγανακτοῦμεν οὐδὲ φθονοῦμεν ταῖς εὐπραγίαις αὐτῶν,