Pular para o conteúdo

Περὶ εἰρήνης

Isócrates · Parte 113

[113] εἰκότως· συνίσασι γὰρ τοὺς πρὸ αὑτῶν τετυραννευκότας τοὺς μὲν ὑπὸ τῶν γονέων ἀνῃρημένους, τοὺς δʼ ὑπὸ τῶν παίδων, τοὺς δʼ ὑπʼ ἀδελφῶν, τοὺς δʼ ὑπὸ γυναικῶν, ἔτι δὲ τὸ γένος αὐτῶν ἐξ ἀνθρώπων ἠφανισμένον. ἀλλʼ ὅμως ὑπὸ τοσαύτας τὸ πλῆθος συμφορὰς ἑκόντες σφᾶς αὐτοὺς ὑποβάλλουσιν. ὅπου δʼ οἱ πρωτεύοντες καὶ δόξας μεγίστας ἔχοντες τοσούτων κακῶν ἐρῶσι, τί δεῖ θαυμάζειν τοὺς ἄλλους, εἰ τοιούτων ἑτέρων ἐπιθυμοῦσιν;